Chapter 23
Imperial Plutarch Greekὡς δὲ φέρων ἐνέσεισεν ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, οὐ μικρόν, ἔφη, τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.
πολλὰ δὲ θρασυνομένου καὶ κομπάζοντος ἐν τῷ δήμῳ τοῦ Λεωσθένους, ὁ Φωκίων, οἱ λόγοι σου, εἶπεν, ὦ μειράκιον, ἐοίκασι κυπαρίττοις· μεγάλοι γὰρ ὄντες καί ὑψηλοί καρποὺς οὐ φέρουσιν. ὡς δὲ ἐπαναστὰς ὁ Ὑπερείδης ἠρώτησε, πότε οὖν, ὦ Φωκίων, συμβουλεύσεις πολεμεῖν Ἀθηναίοις; ὅταν, εἶπε, τοὺς μὲν νέους ἴδω τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν, τοὺς δὲ ῥήτορας ἀπέχεσθαι τοῦ κλέπτειν τὰ δημόσια.
θαυμαζόντων δὲ πολλῶν τὴν ὑπὸ τοῦ Λεωσθένους συνηγμένην δύναμιν, καί τοῦ Φωκίωνος πυνθανομένων πῶς τι παρεσκευάσθαι δοκοῦσιν αὐτῷ, καλῶς, ἔφη, πρὸς τὸ στάδιον τὸν δὲ δόλιχον τοῦ πολέμου φοβοῦμαι, μήτε χρήματα τῆς πόλεως ἕτερα μήτε ναῦς μήτε ὁπλίτας ἐχούσης.
ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον εἰς Λάμιαν συνελάσας· ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, πάνυ μὲν οὖν, ἔφη, βεβουλεῦσθαι δὲ ἐκεῖνα. καί πάλιν ἄλλων ἐπʼ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ στρατοπέδου, Πότα ἄρα, φάναι, παυσόμεθα νικῶντες;