Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Phocion

    Chapter 29

    Plutarch

    ὁ δὲ Δημοσθένους ἐν Καλαυρίᾳ καὶ Ὑπερείδου πρὸς Κλεωναῖς θάνατος, περὶ ὧν ἐν ἄλλοις γέγραπται, μονονοὺκ ἔρωτα καὶ πόθον Ἀθηναίοις Ἀλεξάνδρου καὶ Φιλίππου παρίστη. καὶ τοῦτο ὅπερ ὕστερον, ἀναιρεθέντος Ἀντιγόνου καὶ τῶν ἀνελόντων ἐκεῖνον ἀρξαμένων βιάζεσθαι καὶ λυπεῖν τοὺς ἀνθρώπους, ἀνὴρ ἄγροικος ἐν Φρυγίᾳ χωρίον ὀρύττων πυθομένου τινός, τί ποιεῖς; στενάξας, Ἀντίγονον, εἶπε, ζητῶ·

    τοῦτο πολλοῖς ἐπῄει λέγειν διαμνημονεύουσι τὸν ἐκείνων τῶν βασιλέων θυμόν, ὡς τὸ μέγα καὶ γενναῖον εὐπαραίτητον εἶχον, οὐχ ὥσπερ Ἀντίπατρος ἰδιώτου προσώπῳ καὶ φαυλότητι χλαμυδίου καὶ διαίτης εὐτελείᾳ κατειρωνευόμενος τὴν ἐξουσίαν ἐπαχθέστερος ἦν τοῖς πάσχουσι κακῶς δεσπότης καὶ τύραννος.

    ὅμως δʼ οὖν ὁ Φωκίων καὶ φυγῆς ἀπήλλαξε πολλούς δεηθεὶς τοῦ Ἀντιπάτρου, καὶ φεύγουσι διεπράξατο μὴ καθάπερ οἱ λοιποὶ τῶν μεθισταμένων ὑπὲρ τὰ Κεραύνια ὄρη καὶ τὸν Ταίναρον ἐκπεσεῖν τῆς Ἑλλάδος, ἀλλὰ ἐν Πελοποννήσῳ κατοικεῖν, ὧν καὶ Ἁγνωνίδης ἦν ὁ συκοφάντης.

    ἐπιμελόμενος δὲ τῶν κατὰ τὴν πόλιν πρᾴως καὶ νομίμως τοὺς μὲν ἀστείους καὶ χαρίεντας ἐν ταῖς ἀρχαῖς ἀεὶ συνεῖχε, τοὺς δὲ πολυπράγμονας καὶ νεωτεριστάς, αὐτῷ τῷ μὴ ἄρχειν μηδὲ θορυβεῖν ἀπομαραινομένους, ἐδίδαξε φιλοχωρεῖν καὶ ἀγαπᾶν γεωργοῦντας. ὁρῶν δὲ τὸν Ξενοκράτην τελοῦντα τὸ μετοίκιον ἐβούλετο γράψαι πολίτην ὁ δὲ ἀπεῖπε, φήσας οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται.