Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Pompey

    Chapter 7

    Plutarch

    ἀνέστησαν οὖν ἐπʼ αὐτὸν τρεῖς ἅμα στρατηγοὶ πολέμιοι, Καρίνας καὶ Κλοίλιος καὶ Βροῦτος, οὐκ ἐναντίοι πάντες οὐδὲ ὁμόθεν, ἀλλὰ κύκλῳ τρισὶ στρατοπέδοις περιχωροῦντες ὡς ἀναρπασόμενοι. ὁ δὲ οὐκ ἔδεισεν, ἀλλὰ πᾶσαν εἰς ταὐτὸ τὴν δύναμιν συναγαγὼν ὥρμησεν ἐφʼ ἓν τὸ τοῦ Βρούτου στράτευμα, τοὺς ἱππεῖς, ἐν οἷς ἦν αὐτός, προτάξας.

    ἐπεὶ δὲ καὶ παρὰ τῶν πολεμίων ἀντεξίππευσαν οἱ Κελτοί, τὸν πρῶτον αὐτῶν καὶ ῥωμαλεώτατον φθάνει παίσας ἐκ χειρὸς δόρατι καὶ καταβαλών. οἱ δὲ ἄλλοι τραπόμενοι καὶ τὸ πεζὸν συνετάραξαν, ὥστε φυγὴν γενέσθαι πάντων, ἐκ δὲ τούτου στασιάσαντες οἱ στρατηγοὶ πρὸς ἀλλήλους ἀνεχώρησαν, ὡς ἕκαστος ἔτυχε, Πομπηΐῳ δὲ προσεχώρουν αἱ πόλεις, ὡς διὰ φόβον ἐσκεδασμένων τῶν πολεμίων.

    αὖθις δὲ Σκηπίωνος ἐπιόντος αὐτῷ τοῦ ὑπάτου, πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας, οἱ Σκηπίωνος ἀσπασάμενοι τοὺς Πομπηΐου μετεβάλοντο, Σκηπίων δὲ ἔφυγε, τέλος δὲ Κάρβωνος αὐτοῦ περὶ τὸν Ἄρσιν ποταμὸν ἱππέων συχνὰς ἴλας ἐφέντος, εὐρώστως ὑποστὰς καὶ τρεψάμενος εἰς χαλεπὰ καὶ ἄφιππα χωρία πάντας ἐμβάλλει διώκων οἱ δὲ τὴν σωτηρίαν ἀνέλπιστον ὁρῶντες ἐνεχείρισαν αὑτοὺς μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων.