Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Pompey

    Chapter 15

    Plutarch

    Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον δόξης πρόεισι καί δυνάμεως, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε· πλήν, ὅτε βίᾳ καί ἄκοντος αὐτοῦ Λέπιδον εἰς ὑπατείαν κατέστησε, συναρχαιρεσιάσας καί τὸν δῆμον εὐνοίᾳ τῇ πρὸς ἑαυτὸν ἐκείνῳ σπουδάζοντα παρασχών, θεασάμενος αὐτὸν ἀπιόντα μετὰ πλήθους διʼ ἀγορᾶς ὁ Σύλλας, ὁρῶ σε, εἶπεν, ὦ νεανία, χαίροντα τῇ νίκῃ·

    πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καί καλά, Κάτλου τὸν πάντων ἀρίστου Λέπιδον τὸν πάντων κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον, σοῦ τὸν δῆμον οὕτω παρασκευάσαντος; ὥρα μέντοι σοι μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν· ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατεσκεύακας. ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις ἃς ἔγραψεν.

    ἑτέροις γὰρ φίλοις δωρεὰς ἀπολιπών, καί τοῦ παιδὸς ἀποδείξας ἐπιτρόπους, τὸν Πομπήϊον ὅλως παρῆλθεν. ἤνεγκε μέντοι τοῦτο μετρίως πάνυ καί πολιτικῶς ἐκεῖνος, ὥστε Λεπίδου καί τινων ἄλλων ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι, βοηθῆσαι καί παρασχεῖν δόξαν ἅμα ταῖς ταφαῖς καί ἀσφάλειαν.