Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Pompey

    Chapter 63

    Plutarch

    οἱ μὲν οὖν ἄλλοι τοῦ Πομπηΐου τὸν ἀπόπλουν ἐν τοῖς ἀρίστοις τίθενται στρατηγήμασιν, αὐτὸς δὲ Καῖσαρ ἐθαύμαζεν ὅτι καὶ πόλιν ἔχων ὀχυρὰν καὶ προσδοκῶν τὰς ἐξ Ἰβηρίας δυνάμεις καὶ θαλασσοκρατῶν ἐξέλιπε καὶ προήκατο τὴν Ἰταλίαν. αἰτιᾶται καὶ Κικέρων ὅτι τὴν Θεμιστοκλέους ἐμιμήσατο στρατηγίαν μᾶλλον ἢ τὴν Περικλέους, τῶν πραγμάτων τούτοις ὁμοίων ὄντων, οὐκ ἐκείνοις.

    ἐδήλωσε δὲ Καῖσαρ ἔργῳ σφόδρα φοβούμενος τὸν χρόνον· ἔχων γὰρ Νουμέριον Πομπηΐου φίλον ἀπέστειλεν εἰς Βρεντέσιον ἐπὶ τοῖς ἴσοις ἀξιῶν διαλλαγῆναι Νουμέριος δὲ Πομπηΐῳ συνεξέπλευσεν. ἐντεῦθεν ὁ μὲν ἐν ἡμέραις ἑξήκοντα κύριος γεγονὼς ἀναιμωτὶ τῆς Ἰταλίας ὅλης ἐβούλετο μὲν εὐθὺς Πομπήϊον διώκειν, πλοίων δὲ μὴ παρόντων ἀποστρέψας εἰς Ἰβηρίαν ἤλαυνε, τὰς ἐκεῖ δυνάμεις προσαγαγέσθαι βουλόμενος.