Chapter 2
Imperial Plutarch GreekΚοΐντῳ Σερτωρίῳ γένος ἦν οὐκ ἀσημότατον ἐν πόλει Νούρσοις τῆς Σαβίνων τραφεὶς δὲ κοσμίως ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός ὑπερφυῶς δοκεῖ φιλομήτωρ γενέσθαι, ὄνομα τῆς μητρὸς Ῥέαν λέγουσιν. ἤσκητο μὲν οὖν καί περὶ δίκας ἱκανῶς, καί τινα καί δύναμιν ἐν τῇ πόλει μειράκιον ὢν ἀπὸ τοῦ λέγειν ἔσχεν αἱ δὲ περὶ τὰ στρατιωτικὰ λαμπρότητες αὐτοῦ καί κατορθώσεις ἐνταῦθα τὴν φιλοτιμίαν μετέστησαν.