Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The Epistle to Diogentus

    Chapter 6

    Pseudo-Justinus Martyr

    Ἁπλῶς δ̓ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ̓ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.

    ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.

    οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος: καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν,

    οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.

    ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι: καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει.

    μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι: μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται.

    ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη: καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν.

    ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα: καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον.

    ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ: καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι.

    κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται: καὶ Χριστιανοὶ κολαζόμενοι καθ̓ ἡμέραν πλεονάζουσι μᾶλλον.

    εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.