Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Demosthenis encomium

    Pseudo-Lucian

    Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόν των ἐν ἀριστερᾷ, τῆς ἕκτης ἐπὶ δέκα σμικρὸν πρὸ μεσημβρίας, Θερσαγόρας περιτυγχάνει. τάχα τινὲς ὑμῶν αὐτὸν ἐπίστανται. σμικρός τίς ἐστι γρυπὸς ὑπόλευκος ἀνδρικὸς τὴν φύσιν. ἰδὼν οὖν αὐτὸν ἔτι προσιόντα, Θερσαγόρας, ἔφην, ὁ ποιητὴς ποῖ δὴ καὶ πόθεν; Οἴκοθεν, ἦ δ’ ὅς, ἐνταῦθα. Πότερον, ἦν δ’ ἐγώ, διαβαδιῶν; Ἀμέλει μὲν οὖν, ἔφη, καὶ τούτου δεόμενος· ἀωρὶ γάρ τοι τῶν νυκτῶν ἐξαναστὰς ἔδοξέ μοι χρῆναι τοῖς Ὁμήρου γενεθλίοις τῆς ποιητικῆς ἀπάρξασθαι. Καλῶς γε σὺ ποιῶν, ἔφην, καὶ τὰ τροφεῖα τὴς παιδεύσεως ἐκείνῳ τίνων. Ἐκεῖθεν οὖν ἀρξάμενος, ἦ δ’ ὅς, ἔλαθον ἐμαυτὸν εἰς τοῦτο τῆς μεσημβρίας ἐκπεσών. ὅπερ οὖν ἔφην, δεῖ μέν μοι καὶ τοῦ περιπάτου.

    πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω - τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δή που τὸν ἐν δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς κόμας - προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν. Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη· πάλαι γάρ τοι καὶ αὐτὸς ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέθλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσοι τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον. Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ’ αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι.

    Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ, καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ’, Ἀλλ’ ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. Καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου τύχην. καὶ ὃς γελάσας, Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος;

    Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ’ Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν μέγα φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν; Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ’ οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς Ὁμήρου τετάχθαι. Εὖ γε, εἶπον·

    ἐμὲ δ’ οὐκ ἂν νομίξοις πρὸς τοῦ Δηιμοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις κατὰ τὴν ὑπόθεσιν, δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων. Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσι θύρας. Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου τινὸς ἐπιπνοίας, εἰ μέλλουσι μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος. Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν οἰνοβαρὲς πρὸς τὰς Φιλίππου μέθας καὶ κορδακισμοὺς καὶ τὴν ἀσέλγειαν, τὸ δ’ εἷς οἰωνὸς ἄριστος πρὸς τό δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς ὑποθεμένους ἐλπίδας, καὶ τό ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς πρὸς τό πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες. παραβάλλω δὲ καὶ τὸν ῥέοντα Πύθωνα πρὸς τὰς Ὀδυσσέως νιφάδας τῶν λύγων, καὶ τὸ εἰ μὲν μέλλοιμεν ἀγήρω τ᾿ ἀθανάτω τε ἔσσεσθαι πρὸς τό πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. καὶ μυρίαι γεγόνασιν αὐτοῖς ἐπὶ ταὐτὸν τῆς διανοίας ἐπιδρομαί.

    ἥδομαι δὲ καὶ πάθη καὶ διαθέσεις καὶ τροπὰς λέξεως καταμανθάνων καὶ τὰς ἀφαιρούσας τὸν κόρον μεταβολὰς καὶ τὰς ἐκ τῶν παρατροπῶν ἐπανόδους καὶ τὰς τῶν παραβολῶν σὺν τῷ καιρῷ γλαφυρότητας καὶ τὸ τοῦ τρόπου μισοβάρβαρον πανταχοῦ.

    καί μοι πολλάκις ἔδοξεν - οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην - εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτεσθαι Δημοσθένης, ὁ τὴν παρρησίαν, ὡς φασίν, ἀνειμένος, τοῦ τοὺς Ἀχαιοὺς Ἀχαιίδας προσειπόντος, διαρχεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.

    πολλάκις δὲ μετὰ τοῦ Δημοσθένους καὶ μέτρα κώλων καὶ ῥυθμοὶ καὶ βάσεις οὐκ ἔξω τῆς ποιητικῆς ἡδονῆς ἐκβιβάξουσιν, ὥσπερ οὐδ’ Ὅμηρος ἐλλιπὴς ἀντιθέσεων ἢ παρισώσεων ἢ σχημάτων τραχύτητος ἢ καθαρότητος. ἀλλ’ ἔοικε φύσει πως ὑπάρχειν, ταῖς δυνάμεσι τὰς ἀρετὰς ἐπιπεπλέχθαι. πόθεν γὰρ δὴ περιφρονοίην ἂν τὴν σὴν Καλλιόπην, τοιαύτην γε γιγνώσκων;

    ἀλλ’ οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαίνους τίθημι, οὐ τοῖς μέτροις, ἀλλὰ τῇ ὑποθέσει φημί, τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ χρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ’ ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος· εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποταμὸν καὶ μητέρα Μελανώπην φασὶν ἢ νύμφην τῶν Δρυάδων ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν. καὶ μηδ’ ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ Μελησιγενῆ προκρίνουσι· τύχην δὲ πενίας ἢ πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον ἂν εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον, ποίησιν ἄπρακτον ἐπαινέσαι καὶ σοφίαν ἐκ τῶν ἐπῶν εἰκαζομένην συλλέγειν.

    τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομον τε καὶ λεῖον ἐφ’ ὡρισμένοις τε καὶ γνωρίμοις μόνον ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ’ οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρὶς αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ’ ἂν εἷς ἐπ’ ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης. ἀφθονία. μὲν οὖν ἦν ἄν μοι περιττὴ πάντως, τὸ δ’ ἐγκώμιον οὐκ ἂν ἀπαρτᾶν ἐνομιζόμην, ἐν νόμῳ τοῖς ἐπαίνοις ὂν ἐκ τῶν πατρίδων ἐπικοσμεῖν τοὺς ἐπαινουμένους. Ἰσοκράτης δὲ παρεμπόρευμα τῆς Ἑλένης φέρων ἐνέθηκε τὸν Θησέα. τὸ μὲν δὴ ποιητικὸν φῦλον ἐλεύθερον· σοὶ δ’ ἴσως εὐλάβεια τὸ τῆς παροιμίας σκῶμμα ἐπὶ τῇ ἀσυμμετρίᾳ ἐπαγαγέσθαι, μή σοι μεῖζον προσκέοιτο τοὐπίγραμμα τῷ θυλάκω.

    παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, χρυσέα κρηπὶς κατὰ Πίνδαρον· οὐ γὰρ ἦν Ἀθήνησι λαμπρότερον τιμήματος τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ παιδὸς ὄντος ἐτελεύτα, τὴν ὀρφανίαν οὐ συμφορὰν ὑποληπτέον. ἀλλὰ δόξης ὑπόθεσιν τὸ τῆς φύσεως γενναῖον ἀποκαλυπτούσης.

    Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ’ ἄσκησιν μνήμῃ καθ’ ἱστορίαν παρειλήφαμεν, ἀλλ’ εὐθὺς ἀνάγκη τῶν ἐπαίνων ἅπτεσθαι τῶν ὑπ’ αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης καὶ διδασκαλίας οὐκ ἔχοντα, μηδ’ οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσι τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δὲ ἐνταῦθα δή που πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δὲ ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος, Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑποκειμένους, ταχείας δὲ οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ’ αὐτῷ κατ’ ἐξουσίαν κωμάζειν ἐκ τῆς τῶν ἐπιτρόπῶν ὀλιγωρίας, ὁ τῆς φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος. ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ’ ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεο- φράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας.

    κἀνταῦθ’ ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ’ ἀνθρώποις ἐρώτων ἀγωγάς, τὴν μὲν θαλαττίου τινὸς ἔρωτος παράφορόν τε καὶ ἀγρίαν καὶ κυμαίνουσαν ἐν ψυχῇ, Ἀφροδίτης πανδήμου κλύδωνα φλεγμαινούσαις νέων ὁρμαῖς αὐτόχρημα θαλάττιον, τὴν δὲ οὐρανίου χρυσῆς τινος σειρᾶς ἕλξιν, οὐ πυρὶ καὶ τόξοις ἐντιθεῖσαν δυσαλθεῖς νόσους τραυμάτων, ἀλλ’ ἐπὶ τὴν αὐτοῦ τοῦ κάλλους ἄχραντόν τε καὶ καθαρὰν ἰδέαν ἐξορμῶσαν μανίᾳ σώφρονι τῶν ψυχῶν, ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι, φησὶν ὁ τραγικός.

    ἔρωτι δὴ πάντα πόριμα, κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι, θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασι καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει. σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος δὲ τῶν ὀνομάτων καὶ τῶν νοημάτων τὴν ἐγκράτειαν, ποικιλώτατος δ’ ἐναλλαγαῖς σχημάτων· μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχε τὸν λόγον.

    οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν. οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους, ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενικῶν λόγων ἀπόξειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου. καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν· οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.

    ἀλλ’ εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καἱ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας τὴν ὅλην λαμπρότητα..... καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε, ἔφην, διανοῇ καταχεῖν μου τῶν ὤτων ὥσπερ βαλανεὺς καταντλήσας τὸν λοιπὸν λόγον; Νὴ Δία γε, εἶπε,..... δημοθοινίας τε καὶ χορηγίας ἐθελουσίους καὶ τριηραρχίας καὶ εἴχος καὶ τάφρον καὶ λύσεις αἰχμαλώτων καὶ παρθένων ἐκδόσεις, ἀρίστην πολιτείαν, καὶ πρέσβεις καὶ νομοθεσίας καὶ μέγεθος πολιτευμάτων ἐμπεσόν, γελᾶν ἔπεισί μοι τοῦ τὰς ὀφρῦς συνάγοντος καὶ δεδιότος μὴ λόγοι τῶν Δημοσθένους αὐτὸν ἔργων ἐπιλίποιεν.

    Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἕν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φής, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐχ ἔχεις πρὸς λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ’ Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν μικροῦ δεῖν, ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ’ ἐγὼ μέν, οὐκ οἶδ’ ὅπως, ἀνήνεγκα, καὶ δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν, μηδ’ ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν Ὁμηριδῶν γένους ἐλέγχεσθαι.

    σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ τὸ κατ’ ἐμὲ εἶναι· τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμού- σης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέσθαι: σὺ δ’ εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς περὶ τὸν λόγον ᾄττων οὐδ’ ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχουσι περὶ τὰς Συρακουσίας τραπέξας ἢ οἱ φιλήκοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκου- σμάτων καὶ θεαμάτων ἐμπεσόντες ἡδονάς· οὐχ ἔχουσιν ἐφ’ ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἷμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ’ ὅ τι σταίης. ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλοπρεποῦς, ὁρμῆς διαπύ- ρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν ἀνδρείας, λημμάτων πολλῶν καὶ μεγάλων ὑπερο- ψίας, δικαιοσύνης φιλανθρωπίας πίστεως φρονήματος συνέσεως, ἑκάστου τῶν πολλῶν καὶ μεγάλων πολιτευμάτων. ἴσως οὖν ὁρῶν ἔνθεν μὲν ψηφίσματα πρέσβεις δημηγορίας νόμους, ἐχεῖθεν ἀποστόλους Εὔβοιαν Μέγαρα τὴν Βοιωτίαν Χίον Ῥόδον τὸν Ἑλλήσποντον Βυξάντιον, οὐκ ἔχεις ὅποι τὴν γνώμην ἀποκλίνῃς συμπεριφερόμενος τοῖς πλεονεκτήμασιν.

    ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πῶς ἠπόρηκεν, Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὰν κυανάμπυκα Θήβαν, ἢ τὸ πάντολμον σθένος Ἡρακλέους, ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν, ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν; οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.

    ἔστι δ’ οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην, ἀλλ’ ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ’ αὑτὴν εἰς ταύτην κατάθου τοῦτον τὸν λογον. ἱκανή γ’ ἄν σοι οὐδ’ ἡ Περικλέους· ἐκείνου μέν γὲ τὰς ἀστραπὰς καὶ βροντὰς καὶ πειθοῦς τι κέντρον δόξῃ παραλαβόντες, ἀλλ’ αὐτήν γε οὐχ ὁρῶμεν, δῆλον ὡς ὑπὲρ τὴν φαντασίαν οὐδὲν ἔμμονον ἔχουσαν οὐδ’ οἷον ἐξαρκέσαι πρὸς τὴν τοῦ χρόνου βάσανον καὶ κρίσιν· τὰ δὲ τοῦ Δημοσθένους.... ἀλλὰ σοὶ καταλελείφθω λέγειν, εἰ ταύτῃ τράποιο.

    πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων ὑποβολήν· πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ’ οὐκ ἐκ τοῦ παντὸς, ἀλλ’ ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικός, ἡρώων ἐπαίνους ἐκ μερῶν διατέθεσθα,. ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ’ οὐδὲ τοῖς θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλακάτης ἡ τόξων ἢ τῆς αἰγίδος, μήτι γε δὴ μέρους σώματος ἢ τῆς ψυχῆς, τῶν εὐεργεσιῶν δὲ οὐδὲ δυνατὸν ἐφ’ ἁπάσας ἐλθεῖν. οὐκοῦν οὐδ’ ὁ Δημοσθένης αἰτιάσεται καθ’ ἓν τῶν αὐτοῦ καλῶν ἐπαινούμενος, ἐπεὶ τὸ γε σύμπαν οὐδ’ αὐτὸς ἂν αὑτὸν ἐξαρκέσειεν ἐπαινέσαι.

    Ταῦτα τοῦ Θερσαγόρα διεξελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι βουλόμενον, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῶν λόγων παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην τὰ πεξὰ τοῖς ἐμμέτροις προστιθέντα. Σοὶ μὲν οὖν, ἔφη τὴν ῥᾳστώνην ὑποτιθεὶς προήχθην ἐπιδραμεῖν τὸν λόγον. εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο. Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι. σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον. Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα. Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοήσαντος ἄλλο θεραπεύεις. Ὅτι τί δή; Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον, ἐπεχείρησας ἰάσασθαι, τὰ δ’ ἤδη κατανάλωται πολλαῖς ἐτῶν περιόδοις· ὥστε ταύτης τῆς ἀπορίας ἕωλά σοι τὰ ἰάματα. Τοῦτ’ οὖν, ἔφη, σοὶ τό γε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδοῦ θαρραλεωτάτην εἶναι τὴν συνηθεστάτην.

    Τὴν ἐναντίαν γάρ, εἷπον, προὐθέμην ἤ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε Κυρηναῖον ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχίας ἅπαντας μηδὲν παραβάντας, ὥσθ’ ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματοτροχίας ἀλεείνειν. οὐ μάλα ῥᾴδιον δ’, οἶμαι, καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον. Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν. Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα.

    Παύσωνι τῷ ξωγράφώ φασὶν ἐκδοθῆναι γράψαι ἵππον ἀλινδούμενον· τὸν δέ γε γράψαι τρέχοντα καὶ πολὺν κονιορτὸν περὶ τὸν ἵππον· ὡς δ’ ἔτι γράφοντος ἐπιστῆναι τὸν ἐκδόντα, μέμφεσθαι, μὴ γὰρ τοῦτο προστάξαι. τὸν οὖν Παύσωνα τοῦ πίνακος τὰ μετέωρα κάτω περιαγαγόντα τῷ παιδὶ τὴν γραφὴν ἐπιδεῖξαι κελεῦσαι, καὶ τὸν ἵππον ἔμπαλιν κείμενον ὀφθῆναι ἀλινδούμενον. Ἡδὺς εἶ, ἔφην, Θερσαγόρα, ἂν μίαν οἴῃ με στροφὴν μεμηχανῆσθαι τοσούτων ἐτῶν, ἀλλ’ οὐχὶ πάσας στροφὰς καὶ περιαγωγὰς ἐναλλάττοντα καὶ μετατιθέντα δεδιέναι μή τι τελευτῶν πάθοιμι τὸ τοῦ Πρωτέως. Ποῖον, ἔφη, πάθος; Τὸ γενόμενον, ὅ φασιν αὐτὸν γενέσθαι δρασμὸν ἐξευρίσκοντα τῆς ἀνθρωπίνης ὄψεως, ἐπεὶ καταναλώκει πάσας ἰδέας θηρίων καὶ φυτῶν καὶ στοιχείων, αὖθις αὖ πενίᾳ μορφῆς ἐπεισάκτου Πρωτέα γενέσθαι.

    Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἐμὴν ἀκρόασιν ἀποδιδράσκειν. Οὔκ, ὦγαθέ, ἔφην, τοῦτο· παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ’ ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις.

    Ὡς οὖν ἐδόκει ταῦτα αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ’ ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ’ ὥσπερ ἔνθους γενόμενος ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθὸν καθάπερ Ἀθήνησιν ἐκκλησιαστικὸν ἢ δικαστικόν. ἀλλ’ ὅπως εἴσῃ μοι χάριν. Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅ τι καὶ λέγεις εἰδέναι.

    τί δέ ἐστιν ὅ τι καὶ λέγεις; Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασι καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον οὐ κατὰ πάρεργον ἐκτησάμην· καὶ νῦν ὑπεμνήσθην ἔχων οἴκαδε. γέγραπται δὲ ἄλλα τε τῶν Ἀντιπάτρῳ πραχθέντῶν ἐπὶ τῆς οἰκίας καὶ περὶ Δημοσθένους, ἅ μοι δοκεῖς οὐκ ἂν παρέργως ἀκοῦσαι. Καὶ μήν, εἶπον, ἤδη γέ σοι τῶν εὐαγγελίων χάρις καὶ τὰ λοιπὰ τῶν ἐπῶν. ἐγὼ μὲν οὖν οὐκ ἀπολείψομαί σου πρὶν ἢ τὴν ὑπόσχεσιν ἔργον σοι γενέσθαι. σὺ δ’ εἱστίακάς με λαμπρῶς τὴν Ὁμήρου γενέθλιον, ἔοικας δ’ ἑστιάσειν αὐτὸς καὶ τὴν Δημοσθένους.

    Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τὰ Θερσαγόρου· καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ λαβὼν τότε μὲν ἀπηλλαττόμην. ἐντυχὼν δὲ οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ’ ἐπ᾿ αὐτῶν τῶν ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίνεται τῆς τιμῆς, εἰ, μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων παιᾶνα, τὰ Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποίησιν καινὴν ποιεῖν ἐκλέλειπται, τὰ δὲ προτέροις συντεθέντα τοῖς νῦν εἰς μέσον ἐν καιρῷ κομίζουσι χάριν οὐκ ἐλάττω φέρει τῷ τὸν θεὸν δοκεῖν τετιμηκέναι.

    τὸ μὲν οὖν βιβλίον τοῦτο—ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα—τὸ βιβλίον φησίν, Ἀντιπάτρῳ μεμηνῦσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ’ Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ’ αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος τὸν Δημοσθένην ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν.

    ἐπεὶ δ’ εἰσῆλθεν.... αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον.

    Ἀρχίας: Χαῖρε, ὦ Ἀντίπατρε.

    Ἀντιπάτηρ: Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες;

    Ἀρχίας: Ἤγαγον, ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων.

    Ἀντιπάτηρ: Ἀπ᾿ ἐλπίδος γε μὴν ἔσφηλας, ὦ Ἀρχία. τι γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι;

    Ἀρχίας: Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν ἀδύνατον.

    Ἀντιπάτηρ: Τί δ’ οὐ ζῶντα κατειλήφατε;

    Ἀρχίας: Κατειλήφαμεν.

    Ἀντιπάτηρ: Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν;

    Ἀρχίας: Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ.

    Ἀντιπάτηρ: Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον.

    Ἀρχίας: Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο.

    Ἀντιπάτηρ: Τί φής; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ξῶντα λαβόντες οὐκ ἔχετε.

    Ἀρχίας: Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν.

    Ἀντιπάτηρ: Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ τῆς ὑμετέρας τέθνηκε βίας.

    Ἀρχίας: Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάξεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δ’, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ξῶν ἀφίκετο; πάντως οὐδὲν ἂν αὐτὸν ἢ ἀπέκτεινας.

    Ἀντιπάτηρ: Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοηκέναι μήθ’ ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας, Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων θορύβων ἐπιπολάσαντας καὶ πρὸς μικρὰν ταραχῆς ἐλπίδα θρασέως ἐξαναστάντας, εἶτα πτήξαντας οὐκ εἰς μακρὰν δίκην τῶν δειλινῶν πνευμάτων, καὶ τὸν ἄπιστον Ὑπερίδην, τὸν ἄφιλον δημοκόλακα, τὸν οὐδὲν αἰσχρὸν νομίσαντα κολακείᾳ τοῦ πλήθους συκοφαντῆσαι Δημοσθένην οὐδ’ αὑτὸν εἰς ταῦτα παρασχεῖν διάκονον ἐφ’ οἷς αὐτοὶ μετενόησαν, οἷς ἐχαρίζετο· μετ’ οὐ πολὺ γοῦν τῆς συκο φαντίας λαμπροτέραν ἢ κατ’ Ἀλκιβιάδην αὐτῷ τὴν κάθοδον ἀκηκόαμεν γενέσθαι. τῷ δ’ οὐκ ἔμελεν οὐδ’ ἐπῃσχύνετο κατὰ τῶν ποτε φιλτάτων τῇ γλώττῃ χοώμενος, ἣν ἐχρῆν δήπου τῆς ἀγνωμοσύνης ἐκτεμεῖν.

    Ἀρχίας: Τί δ’; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης;

    Ἀντιπάτηρ: Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ· τὰ γάρ τοι καλὰ καὶ παρ’ ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τί μιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τους Λακεδαιμονίους θαυμάσαντος καί, κτεῖναι παρόν, ἀφέντος. ἀλλ’ εἰ δή τινα πάντων καὶ Δημοσθένην αὐ τός τὲ δὶς Ἀθήνησιν, εἰ καὶ μὴ κατὰ πολλὴν σχολήν, συγγενόμενος καὶ παρὰ τῶν ἄλλων ἀναπυνθανόμενος ἔκ τε τῶν πολιτευμάτων αὐτῶν εἶχον θαυμάσας, οὐχ ὡς ἂν νομίσειέ τις, τῆς τῶν λόγων δεινότητος, εἰ καὶ μηδὲν μὲν ὁ Πύθων πρὸς αὐτόν, οἱ Ἀττικοὶ ῥήτορες παιδιὰ παραβάλλειν τῷ τούτου κρότῳ καὶ τόνῳ καὶ λέξεων εὐρυθμίᾳ καὶ ταῖς τῶν διανοιῶν περιγραφαῖς καὶ συνε χείαις ἀποδείξεων καὶ τῷ συνακτικῷ τε καὶ κρουστικῷ· μετενοοῦμεν γοῦν ὅτε τοὺς Ἕλληνας Ἀθήναζε συνηγάγο μὲν ὡς ἐλέγξοντες Ἀθηναίους, Πύθωνι καὶ τοῖς Πύθωνος ἐπαγγέλμασι πεπιστευκότες, εἶτα Δημοσθένει καὶ τοῖς Δημοσθένους ἐλέγχοις περιπεσόντες. ἀλλ’ ἡμῖν ἀπρόσι τος ἡ δύναμις αὐτῷ τοῦ λόγου.

    Ἀντιπάτηρ: ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην δὲ αὐτὸν ὑπερηγάμην τοῦ τε φρονήματος καὶ τῆς συνέσεως, ἀκλινῆ τὴν ψυχὴν ἐπ᾿ ὀρθῆς ἐν ἁπάσαις φυλάττοντα τρικυμίαις τῆς τύχης καὶ πρὸς μηδὲν τῶν δεινῶν ἐνδιδόντα. καὶ Φίλιππον δὲ τὴν ἐμὴν γνώμην ἔχοντα περὶ τἀνδρὸς ἠπιστάμην· τούτῳ μέν γε δημηγορίας ἐξαγγελθείσης Ἀθήνηθέν ποτε καθαπτομένης τοῦ Φιλίππου καὶ Παρμενίωνος ἠγανακτηκότος καί τι καὶ σκωπτικὸν εἰς τὸν Δημοσθένην ἐπειπόντος, Ὦ, Παρμενίων,. ἔφη, δίκαιος ὁ Δημοσθένης παρρησίας τυγχάνειν· μόνος γέ τοι τῶν ἐπὶ τῆς Ἑλλάδος δημαγωγῶν οὐδαμοῦ τοῖς ἀπολογισμοῖς ἐγγέγραπται τῶν ἐμῶν ἀναλωμάτων, καίτοι μᾶλλον ἠβουλόμην ἢ γραμματεῦσι καὶ τριταγωνισταῖς ἐμαυτὸν πεπιστευκέναι. νῦν δ’ ἐκείνων μὲν ἕκαστος ἀπογέγραπται χρυσίον ξύλα πόρους θρέμματα γῆν οὐ Βοιωτίας οὐδ’ ἔνθα τι μὴ παρ’ ἐμοῦ λαβόντες. ἡμεῖς δὲ θᾶττον ἂν τῶν Βυζαντίων τὸ τεῖχος ἕλοιμεν μηχαναῖς ἡ Δημοσθένην χρυσίῳ.

    Ἀντιπάτηρ: ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις λέγων ἐμὲ τῆς πατρίδος προτιμᾷ, τούτοις ἀργύριον μὲν προέμην ἄν, φιλίαν δ’ οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν ὡς ἀκροπόλει καὶ τείχει καὶ νεωρίοις καὶ τάφρῳ, θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω γε τοῦ κτήματος τὴν πόλιν. καὶ τοὺς μὲν ἔξω τῆς χρείας γενόμενος ἥδιστ’ ἂν προσαπολέσαιμι, τὸν δὲ βουλοίμην ἂν ἐνταυθοῖ παρ’ ἡμῖν τυχεῖν γενόμενον μᾶλλον ἢ τὴν Ἰλλυριῶν ἵππον καὶ Τριβαλλῶν καὶ πᾶν τὸ μισθοφορικόν, τῆς ὅπλων βίας τὴν τοῦ λόγου πειθὼ καὶ τὸ τῆς γνώμης ἐμβριθὲς οὐδαμῆ τιθεὶς δεύτερον.

    Ἀντιπάτηρ: πρὸς Παρμενίωνα μὲν ταῦτα. τοιούτους δὲ τινας καὶ πρὸς ἐμὲ λύγους ἐποιήσατο· τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων, ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ’ εὖ μάλα γελάσας ἔφη· Σὺ δ’ ἀστικὸν στρατηγὸν ἢ στρατιώτην δέδοικας ἡμῖν; ἁι μὲν τριήρεις καὶ ὁ Πειραιεὺς καὶ τὰ νεώρια λῆρος ἔμοιγε καὶ φλήναφος. τί δ’ ἂν ἄνθρωποι πράξαιεν διονυσιάζοντες, ἐν κρεανομίαις καταζῶντες καὶ χοροῖς; εἰ δὲ μὴ Δημοσθένης εἷς ἐν Ἀθηναίοις ἐγένετο, ῥᾷον ἂν εἴχομεν τὴν πόλιν ἢ Θηβαίους καὶ Θετταλοὺς ἀπατῶντες, βιαζόμενοι, φθαάνοντες, ὠνούμενοι· νῦν δὲ εἷς ἐκεῖνος ἐγρήγορε καὶ πᾶσι τοῖς καιροῖς ἐφέστηκε καὶ ταῖς ἡμετέραις ὁρμαῖς ἐπακολουθεῖ καὶ τοῖς στρατηγήμασιν ἀντιπαρατάττεται. λανθάνομεν δὲ αὐτὸν οὐ τεχνάζοντες, οὐκ ἐπιχειροῦντες, οὐ βουλευόμενοι, καθάπαξ κώλυμά τι καὶ πρόβολος ἡμῖν ἄνθρωπός ἐστι, μὴ πάντ’ ἔχειν ἐξ ἐπιδρομῆς. τό γέ τοι κατ’ αὐτὸν οὐκ Ἀμφίπολιν εἵλομεν, οὐκ Ὄλυνθον, οὐ Φωκέας καὶ Πύλας ἔσχομεν, οὐ Χερρονήσου καὶ τῶν περὶ τὸν Ἑλλήσποντον κεκρατήκαμεν.

    Ἀντιπάτηρ: ἀλλ’ ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησι δὲ τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ’ ἐρριμμένον ἤδη χρόνου πρὸς τὴν δραχμὴν καὶ τὸ τριώβολον τὸ τῆς πόλεως ἀξίωμα, πάλαι τούτους κατακεκλιμένους εἰς τοὺς προγόνους ἐπανάγων καὶ τὸν ζῆλον τῶν Μαραθῶνι καὶ Σαλαμῖνι κατειργασμένων, συνίστησι δ’ ἐπὶ συμμαχίας καὶ συντάξεις Ἑλληνικάς. τοῦτον οὐ λαθεῖν ἐστιν, οὐ φενακίσαι, οὐ πρίασθαι οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην ἐκεῖνον ὁ Περσῶν βασιλεὺς ἐπρίατο.

    Ἀντιπάτηρ: τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστόλους· ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθένης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ δὲ τὸ φρόνημα. ἐκτήσατο γοῦν αὐτοῖς ἀκούειν Εὔβοιαν, Μέγαρα, τὰ περὶ τὸν Ἑλλήσποντον, τὴν Βοιωτίαν. καὶ καλῶς γε. ἔφη, ποιοῦσιν ᾿Ἀθηναῖοι Χάρητα μὲν καὶ Διοπείθην καὶ Πρόξενον καὶ τοιούτους τινὰς ἀποδεικνύντες στρατηγεῖν, Δημοσθένην δὲ εἴσω κατέχοντες ἐπὶ τοῦ βήματος. ὡς εἰ τοῦτον τὸν ἄνθρωπον ὅπλων ἀπέφηναν καὶ νεῶν καὶ στρατοπέδων καὶ καιρῶν καὶ χρημάτων κύριον, ὀκνῶ μὴ περὶ τῆς Μακεδονίας ἂν κατέστησέ μοι τὸν λόγον, ὃς καὶ νῦν ἀπὸ ψηφισμάτων ἀνταγωνιζόμενος ἡμῖν πανταχοῦ συμπεριτρέχει, καταλαμβάνει, πόρους εὑρίσκει, δύναμιν συλλέγει, ἐπιμήκεις στόλους ἀποπέμπει, συντάττει δυνάμεις, ἀντιμεθίσταται.

    Ἀντιπάτηρ: Τοιαῦτα καὶ τότε καὶ πολλάκις πρὸς με Φίλιππος περὶ τἀνδρὸς ἔλεγεν, ἓν τῶν παρὰ τῆς τύχης χρηστῶν τιθέμενος τὸ μὴ στρατηγεῖν τὸν Δημοσθένην, οὗ γε καὶ τοὺς λόγους ὥσπερ κριοὺς ἢ καταπέλτας Ἀθήνηθεν ὁρμωμένους διασείειν αὐτοῦ καὶ ταράττειν τὰ βουλεύματα· περὶ μὲν γὰρ Χαιρωνείας οὐδὲ μετὰ τὴν νίκην ἐπαύετο πρὸς ἡμᾶς λέγων εἰς ὅσον ἄνθρωπος ἡμᾶς κινδύνου κατέστησε. καὶ γὰρ εἰ παρ’ ἐλπίδα καὶ κακία στρατηγῶν καὶ στρατιωτῶν ἀταξίᾳ καὶ τῇ παραδόξῳ ῥοπῇ τῆς τύχης τῇ πολλὰ πολλάκις ἡμῖν συνειργασμένῃ κεκρατήκαμεν, ἀλλ’ ἐπὶ μιᾶς γε ταύτης ἡμέρας τὸν περὶ τῆς ἀρχῆς καὶ τῆς ψυχῆς κίνδυνον ἐπέστησέ μοι, τὰς ἀρίστας πόλεις εἰς ἓν συναγαγὼν καὶ πᾶσαν τὴν Ἑλληνικὴν δύναμιν ἀθροίσας, Ἀθηναίους ἅμα καὶ Θηβαίους Βοιωτούς τε τοὺς ἄλλους καὶ Κορινθίους Εὐβοέας τε καὶ Μεγαρέας καὶ τὰ κράτιστα τῆς Ἑλλάδος διακινδυνεύειν συναναγκάσας καὶ μηδ’ εἴσω μὲ τῆς ᾿Αττικῆς ἐπιτρέψας παρελθεῖν.

    Ἀντιπάτηρ: τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν Ἀθηναίων δῆμον ἀνταγωνιστήν, Ἐμοὶ Δημοσθένης μόνος, εἶπεν, ἀνταγωνιστής, Ἀθηναῖοι δὲ Δημοσθένην οὐκ ἔχοντες Αἰνιᾶνές εἰσι καὶ Θετταλοί. καὶ πρέσβεις ὁπότε πρὸς τὰς πόλεις πέμποι, τῶν μὲν ἄλλων ῥητόρων εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι, τῇ πρεσβείᾳ ῥᾷστα ἦν κεκρατηκώς, τοῦ Δημοσθένους δ’ ἐπιστάντος, Μάτην, εἶπεν ἄν, ἐπρεσβεύσαμεν.

    Ἀντιπάτηρ: οὐ γάρ ἐστι κατὰ τῶν Δημοσθένους λόγων ἐγεῖραι τρόπαιον.

    Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες εἰ λάβοιμεν τοιοῦτον ἄνδρα, πρὸς Διός. Ἀρχία, τί ποτε νομίζεις; βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ τῶν Ἑλληνικῶν πραγμάτῶν καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ’ ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμάτων, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι· πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο, τοσούτων ὄντων τῶν αὐτῷ προσπεφοιτηκότων, μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.

    Ἀντιπάτηρ: Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρῶπον καὶ τὴν πατρῷαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτάνοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακτεῖτε; ὁ δ’ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται. λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.

    Ἀντιπάτηρ: ταῦτά τοι, ὦ ᾿Αρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντῶν, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων τῶν ᾿Αθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ βεβαιοτέροις κεχρῆσθαι φίλοις.

    Ἀρχίας: Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν.

    Ἀντιπάτηρ: Ἦν ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;

    Ἀρχίας: Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οὗ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικε γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας· δηλοῖ δὲ ἡ παρασκευή. καθῆστο μὲν γὰρ ἔνδον ἐν τῷ νεῷ, μάτην δὲ τῶν πρόσθεν ἡμερῶν λόγους ἦμεν καταναλωκότες.

    Ἀντιπάτηρ: Τίνες γὰρ ἦσαν οἱ παρ’ ὑμῶν λόγοι;

    Ἀρχίας: Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἔλεόν τινα παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν—οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι᾿ ὀργῆς ἔχειν τὸν ἄνθρωπον—χρήσιμον δ’ οὖν πρὸς τὸ πείθειν νομίξων.

    Ἀντιπάτηρ: Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον, ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον ἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.

    Ἀρχίας: Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων.

    Ἀντιπάτηρ: Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασι προεῖτο τὴν ψυχήν;

    Ἀρχίας: Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ’ ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν, Μακεδόσι μέν, εἶπεν, οὐδὲν ἀπώμοτον, οὐδὲ παράδοξον, εἰ Δημοσθένην οὕτως λαμβάνουσιν ὡς Ἀμφίπολιν, ὡς Ὄλυνθον, ὡς Ὠρωπόν. τοιαῦτα πολλὰ ἔλεγε· καὶ γὰρ οὖν ὑπογραφέας παρεστησάμη, ἵνα σοι τὰ λεχθέντα σώζοιτο. Ἐγὼ μέν τοι, ἔφη, ὦ Ἀρχία, βασάνων ἢ θανάτου φόβῳ κατ’ ὄψιν οὐκ ἂν Ἀντιπάτρῳ γενοίμην, ἀλλ’ εἰ ταῦτ’ ἀληθεύετε, πολύ μοι μᾶλλον ἔτι φυλακτέον μὴ τὴν ψυχὴν αὐτὴν παρ’ Ἀντιπάτρου δεδωροδοκηκέναι μηδ’ ἣν ἐμαυτὸν ἔταξα τάξιν λιπὼν τὴν Ἑλληνικὴν εἰς τὴν Μακεδονικὴν μεταβάλλεσθαι.

    Ἀρχίας: καλὸν γάρ, Ἀρχία, εἰ τὸ ζῆν ἐμοὶ Πειραιεὺς αὐτὸς παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα, καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ᾗ ἐθελοντὴς ἐχορήγουν ἐγώ, καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἑλεύθερος καὶ ψηφίσματα στρα- τιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρόπαια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστεφανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ’ ἐμοῦ μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ’ οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην αἰχμαλώτους, ἢ τοῖς πατράσιν. ὧν συνεξέδωκα τὰς θυγατέρας ἢ οἷς τοὺς ἐράνους συνδιελυσάμην.

    Ἀρχίας: εἰ δέ με μὴ σώζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σώζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ’ ἐπαισχύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην, οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν Ἀθηναίων Μακεδόνας καὶ νῦν μετέχειν τῆς ὑμετέρας τύχης, εἰ μετὰ Καλλιμέδοντος καὶ Πυθέου καὶ Δημάδου συνεταττόμην· ἐξῆν κἂν ὀψὲ τῆς τύχης μεθαρμόσασθαι, εἰ μὴ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὸν Κόδρον ἐπῃσχυνόμην. οὔκουν ἡρούμην αὐτομολοῦντι τῷ δαίμονι συμ- μεταβάλλεσθαι· καλὸν γὰρ κρησφύγετον θάνατος ἐν ἀκινδύνῳ παντὸς αἰσχροῦ γενέσθαι. καὶ νῦν, Ἀρχία, τὸ κατ’ ἐμαυτὸν οὐ καταισχύνω τὰς Ἀθήνας δουλείαν ἑκὼν ἑλόμενος, ἐντάφιον δὲ τὸ κάλλιστον τὴν ἐλευθερίαν προέμενος.

    Ἀρχίας: ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν μνημονεύειν, οὗ σεμνὸν τὸ λεχθὲν ἡ δὲ καὶ θνήσκουσ’ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν· κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος; καί τινα καὶ πικρότερον ἔλεγε προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ νῦν λέγειν ἐμέ; τέλος δ’ ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ’ ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν, ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμί, συγγίνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι.

    Ἀρχίας: τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ’ ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δ᾽ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες ἐχυρωτέραν ἢ ξύλινόν ποτε τεῖχος ἡμῖν, ὃ θεὸς ἀνεῖλεν ἀπόρθητον εἶναι· μεθ’ ἧς ἂν τῆς προνοίας ἀδεῶς μὲν ἐπολιτευσάμην, ἀδεὲς δέ μοι τὸ κατὰ Μακεδόνων θάρσος, ἐμέλησε δ’ οὐδὲν οὐκ Εὐκτήμονος, οὐκ Ἀριστογείτονος, οὐ Πυθέου καὶ Καλλιμέδοντος, οὐ Φιλίππου τότε, οὐ τὰ νῦν Ἀρχίου.

    Ἀρχίας: ταῦτα εἰπών, Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἦν ἐπὶ τῆς ἐλπίδος ταύτης, καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος, οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον.

    Ἀντιπάτηρ: Τὸ δὲ τί δή ποτε ἦν;

    Ἀρχίας: Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας, Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς.... κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῦνι πεπτωκότας.

    Ἀρχίας: ὁ δὲ χαίρειν εἰπὼν ἀπέπτη. τοῦτό σοι τὸ τέλος, ὦ βασιλεῦ, τῆς Δημοσθένους πολιορκίας κομίζειν ἔχω.

    Ἀντιπάτηρ: Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαῖ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δὲ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ’ ὃ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός, τὸ σῶμα δ’ ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.