Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    De Fluviis

    Chapter 8

    Pseudo-Plutarch

    1. Λυκόρμας ποταμός ἐστιν Αἰτωλίας· μετωνομάσθη δʼ Εὔηνος διʼ αἰτίαν τοιαύτην. Ἴδας, ὁ Ἀφαρέως παῖς, διʼ ἐρωτικὴν ἐπιθυμίαν Μάρπησσαν ἁρπάσας, ἀπήνεγκεν εἰς Πλεύρωνα. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ Εὔηνος, ἐπεδίωκεν τὸν ἐπίβουλον τῆς ἰδίας θυγατρός γενόμενος δὲ κατὰ Λυκόρμαν καὶ τῆς συλλήψεως ἀπελπίσας, ἑαυτὸν εἰς ποταμὸν ἔβαλεν, ὅς ἀπʼ αὐτοῦ Εὔηνες μετωνομάσθη.

    2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, λόγχῃ παρόμοιος, ποιοῦσα πρὸς ἀμβλυωπίας ἄριστα,

    3. Παράκειται δὲ αὐτῷ ὄρος Μύηνον καλούμενον ἀπὸ Μυήνου, τοῦ Τελέστορος καὶ Ἀλφεσιβοίας παιδός. Οὗτος γὰρ ὑπὸ τῆς μητρυιᾶς φιλούμενος καὶ μὴ θέλων μιαίνειν τὴν κοίτην τοῦ γεννήσαντος, εἰς Ἄλφιον ὄρος ἀνεχώρησεν. Τελέστωρ δὲ τῷ ζήλῳ τῆς γυναικὸς συσσχηματισθεὶς, τὴν ἐρημίαν μετὰ τῶν δορυφόρων κατὰ τοῦ τέκνου ληψόμενος ἐδίωκεν. Μύηνος δὲ φθάσας τοῦ πατρὸς τὰς ἀπειλὰς κατεκρήμνισεν ἑαυτόν. Τὸ δʼ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπʼ αὐτοῦ Μύηνον μετωνομάσθη.

    4. Γεννᾶται δʼ ἐν αὐτῷ λευκόϊον ἄνθος, ὃ μητρυιᾶς ὀνομασθείσης μαραίνεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ περὶ Ὀρῶν.