Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    De Fluviis

    Chapter 25

    Pseudo-Plutarch

    1. Ἰνδὸς ποταμός ἐστι τῆς Ἰνδίας, ῥοίζῳ μεγάλῳ καταφερόμενος εἰς τὴν τῶν Ἰχθυοφάγων γῆν· ἐκαλεῖτο δὲ πρότερον Μαυσωλὸς ἀπὸ Μαυσωλοῦ τοῦ Ἡλίου μετωνομάσθη δὲ δι᾿ σἰτίαν τοιαύτην. Τῶν τοῦ Διονόσου

    μυστηρίων τελουμένων καὶ τῶν ἐγχωρίων τῇ δεισιδαιμονία προσευκαιρούντων, Ἰνδὸς, τῶν ἐπισήμων νέος, τὴν Ὀξυάλκου τοῦ βασιλέως θυγατέρα Δαμασαλκίδαν κανηφοροῦσαν βιασάμενος ἔφθειρεν· ζητούμενος δὲ ὑπὸ τοῦ τυράννου πρὸς κόλασιν, διὰ φόβον ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μαυσωλὸν, ὃς ἀπʼ αὐτοῦ Ἰνδὸς μετωνομάσθη.

    1. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος προσαγορευόμενος, ὃν ὅταν φορῶσιν αἱ παρθένοι, κατʼ οὐδένα τρόπον τοὺς φθορέας φοβοῦνται.

    2. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη καρπύλη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δʼ ἄριστα πρὸς ἰκτέρους διὰ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσιν, καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν α΄ Ἰνδικῶν

    3. Παράκειται δʼ αὐτῷ ὄρος, Λίλαιον προσαγορευομενον ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην, νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης. Βαρέως δὲ οἱ λοιποὶ θεοὶ ἀτιμίαν φέροντες, ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφʼ ὧν διασπαραχθεὶς τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην μετέβαλεν εἰς ὁμώνυμον ὄρος.

    4. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος· ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ Ἀριστοτέλης ἐν δ΄ περὶ Ποταμῶν.