Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ichneutae

    Sophocles

    Ἀπόλλων: ]κιο[

    ]πειτα[

    ] ἐ πεσσύθ[ην

    ]γ[]λ[

    ]ω[

    [πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς

    [καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν

    [ ἀ]πόπροθεν·

    ον[ δύς]λοφον φρενὶ

    τα[ βο]ῦς ἀμολγάδας

    [μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων

    [ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ

    [λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης

    [ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην

    [οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν

    [δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν.

    [ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ

    [στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων

    [θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε.

    [ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ·

    [Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ

    [ἀλλʼ οὔ]τις[ ]

    ς

    λ κιο

    ις ἔπειτα [δὲ

    [τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην

    Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις,

    [ἔπει]τα δʼ[

    ς Δωρικο[

    [ γεί]τονʼ ἐνθ[εν

    []ήκω ξυν[]α[

    [ Κυλ]λήνης τε δύ[σβατον

    []τε χῶρον, ἐς δʼ ὑλ[

    [ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ

    [μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται

    [ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους

    [θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε,

    [τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ,

    [τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος.

    Σιληνός: [ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον

    [βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι,

    [ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών

    [ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης

    θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ,

    ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω.

    τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε

    μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ς ν,

    παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυε βα

    [ ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις

    Ἀπόλλων: []ώσω· μοῦνον ἐμπ[έδου τ]άδε.

    Σιληνός: τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν.

    Ἀπόλλων: [ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ.

    Σιληνός: []ις ε ζητ [

    Ἀπόλλων: []εσο[

    Ἀπόλλων:

    α[]

    Σιληνός: τί τοῦτο; πο[ι λέγ]εις;

    Ἀπόλλων: ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.

    Χορὸς Σατύρων: ἴθʼ ἄγε δ[ ]

    πόδα βά[σιν τε]ν

    ἀπαπαπ[αῖ ]

    ὢ ὤ, σέ τοι [ ]

    ἔπιθι κλωπ[ ]

    ὑπόνομα κ[ ]

    διανύτων ό[ ]

    πατρικὰν γῆρ[υν ]

    πῶς πᾷ τὰ λάθρι[α νύχια]

    κλέμματα ποσσὶ[ ]

    εἴ πως, ἂν τύχω, πο[ ]

    πατρί τʼ ἐλεύθερον β[] μετ[]

    ξυνάμα θεὸς ὁ φίλος ἀνέτω

    πόνους, προφήνας ἀρίζηλα

    χρυσοῦ παραδείγματα.

    Σιληνός: θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε,

    τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται,

    λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι

    Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ.

    [τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος,

    [ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε

    [Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της.

    []α[]τ[]ς τοῦ λό[γου]θʼ ἅμα[

    μήνυ[τρα

    Χορός: ἰὼ ς[

    ϋηο[

    δʼ οὐδ[

    Σιληνός: φησίν τις; ἢ[

    ἔοικεν ἤδη κ[

    ἄγʼ εἷα δὴ πᾶς ς[

    ῥινηλατῶν ὀσμ[αῖσι

    αὔρας ἐάν πῃ πρ[ ]

    διπλοῦς ὀκλάζω[ν]ν

    ὕποσμος ἐν χρῷ [ ]

    οὕτως ἔρευναν καὶ π[]

    ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν.

    Ἡμιχορός α: θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·

    ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρ τει.

    Ἡμιχ. β: ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.

    Ἡμιχ. α: σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.

    Ἡμιχ. β: τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;

    Ἡμιχ. α: τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;

    Ἡμιχ. β: δοκεῖ πάνυ.

    σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.

    Ἡμιχ. α: ἰδοὺ ἰδού·

    καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.

    Ἡμιχ. β: ἄθρει μάλα.

    αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε [τρού]μ[ε]νον.

    Ἡμιχ. α: χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχου

    οπ[][]μενος

    ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ

    Ἡμιχ. β: οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.

    ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε

    κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.

    Ἡμιχ. α: ἔα μάλα·

    παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα

    εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.

    τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;

    εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ

    ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·

    δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.

    Σιληνός: τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,

    πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν

    πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·

    [ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,

    [ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.

    [τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;

    ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.

    Χορός: ὕ [ὗ] ὕ ὗ.

    Σιληνός: τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;

    τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;

    α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν

    τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;

    Χορός: ς[ίγα μὲν οὖν.]

    Σιληνός: τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;

    Χορός: ἄ[κουε δή.

    Σιληνός: καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;

    Χορός: ἐμοὶ πιθοῦ.

    Σιληνός: ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.

    Χορός: ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,

    [ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα

    ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.

    Σιληνός: τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,

    μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα

    κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ

    φόβον βλέποντες, πάν[τα] δειματούμενοι,

    ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα

    διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον

    κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,

    πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.

    τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,

    οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο

    κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,

    οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,

    οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν

    [π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου

    [ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται

    [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,

    [ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,

    πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,

    ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,

    καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν

    ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.

    εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε

    τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,

    κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.

    Χορός: πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,

    ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·

    γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.

    Σιληνός: ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,

    κυνορτικὸν σύριγμα διακαλούμεν[ος.

    ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·

    ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.

    Χορός: ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.

    τί μάτην ὑπέκλαγες, ὑπέκριγες

    ὑπό μʼ ἴδες; ἔχεται

    ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;

    ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.

    ἐμὸς εἶ, ἀνάγου.

    δεῦτʼ ὤ, τίς ὅδε []της

    ὁ δράκις, ὁ γράπις, [ ]

    [Ο]ὐρίας Οὐρίας, αδ[]κεις

    παρέβης· μεθυ[ ]

    ὅ τι ποτε φερε[]ι[]ν

    ἔποχον ἔχει τι[ ]

    στίβος ὁδενες[ ]

    στράτιος, στράτ[ιος]υ[]

    δεῦρʼ ἕπου· τ[]δρ[]

    ἔνι β[ο]ῦς ἔνι πονο[

    μὴ μεθῇ κρ[ο]κι [

    σὺ τί καλ[ὸ]ν ἐπιδ[

    ὅδε γʼ ἀγαθὸς ὁ τρε[

    κατὰ νόμον ἕπετα[ι

    ἐφέπου, ἐφέπου μ[

    ὀπποποῖ· ἆ μιαρέ, γε[

    ἦ τάχʼ ὁπόταν ἀπίη[ις

    ἀπελεύθερος ὢν ολ [

    ἀλλὰ μὴ παραπλακ[

    ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[

    τ[ὸ] δὲ πλάγιον ἔχομ[εν

    πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;

    οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον;

    Σιληνός: σί[γα·] τί ἔστιν;

    Χορός: οὐ μενῶ.

    Σιληνός: μένʼ, ε[ἰ] δύνᾳ.

    Χορός: οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις]

    ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν

    τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν []ε[

    μὴ πλεῖστ[ον] ἔτι ς[]ν [] χρόνον.

    Σιληνός: ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι]

    οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς

    εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.]

    Χορός: ἶὼ γ[

    φθέγ[μα]ου

    []ηδ[ μισ-]

    θο[ν δ]όμοισιν ὀλβίσῃς.

    ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα

    φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω

    π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν

    ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.

    Κυλλήνη: θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον

    ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;

    τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,

    οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,

    ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς

    δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων

    ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν

    σὺν ἐγγόνοις νύμφαισι καὶ π αί δων ὄχλῳ;

    νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων

    μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον

    ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν

    ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς,

    ὁμοῦ δʼ ἂν αὖτι[ς] αι φωρ[

    γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν []έναι·

    αὖτις δʼ α[]τ[] μενων []α

    κηρυκ[] ι[] κηρυγμα [

    καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι

    [κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ]

    [καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[]μ[

    [φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων

    φ[]η[] νων ὑμᾶς νοσεῖν

    νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν;

    Χορός:

    νύμφη βαθύζωνε π[αῦσαι χόλου]

    τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι

    δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν

    γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.

    μή με μὴ προψαλ[άξῃς κακοῖς,

    ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-

    μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-

    στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.

    Κυλλήνη: ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,

    καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν

    ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων

    νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν

    ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.

    ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι

    ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.

    Χορός: τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,

    ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·

    τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον

    καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.

    Κυλλήνη: ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς

    ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,

    αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·

    καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,

    Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.

    Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος

    []εύσατο·

    []υ []φιλας

    [] λήθῃ τῆς βαθυζώνου θεᾶς

    [κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·

    [τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·

    [μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·

    [κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα

    [πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν

    [ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.

    [ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα

    [μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.

    [οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς

    [γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,

    [κἀξορ]μενίζει κοὐκέτι σχολάζεται

    [βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.

    [δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.

    [ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον

    καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ

    ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο·

    τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς

    ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]

    Χορός: ἄφραστ[ο] παῖς βοῆς

    παιδο[]μαζεις[

    θηρευμ[α]λέγεις

    φώνημ[α]σεθου[

    τόνδʼ αφ[]ον[

    τως ἐξεφ[]

    ροντʼ ἄπα[] ἐ[κ θανόν-

    τος πορίζειν τοιάνδε γῆρυν.

    Κυλλήνη: μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.

    Χορός: καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;

    Κυλλήνη: πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.

    Χορός: ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;

    Κυλλήνη: βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος.

    Χορός: ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;

    Κυλλήνη: πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.

    Χορός: οὐδʼ ὡς ἰχνευμ ων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίν ος;

    Κυλλήνη: οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον.

    Χορός: ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν;

    Κυλλήνη: νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.

    Χορός: τ[ί δʼ αὖ τὸ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.

    Κυλλήνη: []λο[ φ]ορίνη σύγγονος τῶν ὀστράκων.

    Χορός: [ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις.

    Κυλλήνη: [τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ.

    Χορός: [ ] κτέανον ησύ[] τινι;

    Κυλλήνη: [ ] δέρμα κ[]στ [

    [ ]ον ὧδ[ε] κλαγγάνει [

    [ ]όρως ἐρείδεται

    [ ]πλεκτα [

    [ ]λάδος κ[

    [ κόλ]λοπες δε[

    [ ]αμματω [

    [ ]ον[

    καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν

    κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος

    ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας.

    οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο.

    Χορός: ὀ ρθ οψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου,

    πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ-

    χωρʼ ἐπανθεμίζει.

    τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,

    ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς

    ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς

    ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.

    σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε-

    φθῇς μ η δὲ δυσφορηθῇς.

    Κυλλήνη: [τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;

    Χορός: [οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω.

    Κυλλήνη: [μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φ η λήτην κα[λεῖς;

    Χορός: [ ]αν αὐτῇ τῇ κλο[πῇ.

    Κυλλήνη: [ ε]ἴ γε τἀληθῆ λέ[γεις.

    Χορός: [ τ]ἀληθῆ λέγ[ω.

    [ κεκλο]φεναισαφ[

    [ ]δε βοῦς πάνυ

    [ ]ᾳ καθήρ[μ]ο[σε

    [ ]λου τεμὼν

    [ ]φο δ[ο]ρα[

    κυλλήνη: [ ] ἄρτι μανθάνω χρόνῳ

    [ ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ

    [ ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.

    [σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,

    [εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς

    [ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·

    [τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ

    [μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·

    [οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ

    [οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.

    [εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει

    [ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ π ει ν ῇ δόμος.

    [ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν

    [πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.

    ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ

    π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.

    παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.

    [ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ

    [χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λ έ γ ω.

    Χορός: στρέφου λυγίζου τε μύθοις, ὁποι-

    ´άν θέλεις βάξιν εὕρισκʼ ἀπό-

    ψηκτον· οὐ γάρ με ταῦτα πείσεις,

    ὅ πως τὸ χρῆμʼ οὗτος εἰργασμένος

    ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν

    που δοράς [ ἢ] ʼπὸ τῶν Λοξίου.

    [μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε.

    Χορός: [ὁ Ζ]εὺς γὰρ]

    Κυλλήνη: [ὁ] παῖς κλο[π

    Χορός: [εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.

    Κυλλήνη: [κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ.

    Χορός: [ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε.

    Κυλλήνη: [ο]ὐ μὴ ταδʼ [εἴπῃς

    Κυλλήνη: ποῦ καὶ βόες νέμουσι τ[

    Χορός: π[λ]είους δέ γʼ ἤδη νῦν [

    Κυλλήνη: τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε[

    Χορός: ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος.

    Κυλλήνη: [τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [ κακῶς λέγων.

    Χορός: π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι.

    Κυλλήνη: ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν.

    Χορός: []λεισεπ[]υ[ ἐ]ξελαυν[

    Χορός: ἰοὺ ἰοὺ [

    ἥν τʼ ἔφη π[

    οὗτος οὐ φ[

    Σιληνός: ω Λ[οξία

    ιω δ[

    Χορός: ὦ Λοξία, δε[

    καὶ παρη[

    τῶν [β]οῶ[ν

    Ἀπόλλων: []νυ[

    ε[]ει[

    βο[

    οπο[

    πρ[

    μισθ̀ς [

    ἐλεύθερο[

    Σιληνός: τὸν ἐγ[