Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dithyrambs

    Chapter 15

    Bacchylides

    Ἀντήνορος] ἀντιθέου

    !!!!!!]ρ̣α̣κ̣ο̣ι̣τ̣ις Ἀθάνας πρόσπολος,

    ׯ˘¯¯] Παλλάδος ὀρσιμάχου

    ¯¯˘¯¯ χ]ρυσέας

    ¯˘¯¯¯˘]ν Ὀδυσσεῖ

    Λαρτιᾴδᾳ Μενελ]άῳ τʼ Ἀτρεΐδᾳ βασιλεῖ

    ¯ ˘ ¯ ¯ ¯ βαθύ]ζωνος Θεανὼ

    ¯ ¯ ˘ ˘ ¯ ˘ ˘]ον

    × ¯ ˘ ˘ ¯ ˘ ˘ ¯] προσήνεπεν

    × ¯ ˘ ¯ ¯ ¯ ˘ ἐ]ϋκτιμέναν

    ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯]δ̣ων τυχόντες

    ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ˘ ¯] σὺν θεοῖς

    ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯]ους

    ¯ ¯ ˘˘ ¯ μεσονύ]κτιος κέαρ

    ἆγον, πατὴρ δʼ εὔβουλος ἥρως

    πάντα σάμαινεν Πριάμῳ βασιλεῖ

    παίδεσσί τε μῦθον Ἀχαιῶν.

    ἔνθα κάρυκες διʼ εὐ-

    ρεῖαν πόλιν ὀρνύμενοι

    Τρώων ἀόλλιζον φάλαγγας

    δεξίστρατον εἰς ἀγοράν.

    παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος·

    θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις

    εὔχοντο παύσασθαι δυᾶν.

    Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;

    Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ

    φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·

    ὦ Τρῶες ἀρηΐφιλοι,

    Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,

    οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,

    ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν

    πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς

    Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·

    ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.

    ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις

    ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς

    Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς

    ἀλλότριον ὤπασεν, αὖτις

    δʼ ἐς βαθὺν πέμπει φθόρον,

    κείνα καὶ ὑπερφιάλους

    Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.