Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dithyrambs

    Chapter 18

    Bacchylides

    Χορός: βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,

    τῶν ἁβροβίων ἄναξ Ἰώνων,

    τί νέον ἔκλαγε χαλκοκώδων

    σάλπιγξ πολεμηΐαν ἀοιδάν;

    ἦ τις ἁμετέρας χθονὸς

    δυσμενὴς ὅριʼ ἀμφιβάλλει

    στρατα·γέτας ἀνήρ;

    ἢ λῃσταὶ κακομάχανοι

    ποιμένων ἀέκατι μήλων

    σεύοντʼ ἀγέλας βίᾳ;

    ἢ τί τοι κραδίαν ἀμύσσει;

    φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν

    ἀλκίμων ἐπικουρίαν

    καὶ τὶν ἔμμεναι νέων,

    ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.

    Αἰγεύς: νέ]ον ἦλθεν δολιχὰν ἀμείψας

    κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·

    ἄφατα δʼ ἔργα λέγει κραταιοῦ

    φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν

    Σίνιν, ὃς ἰσχύϊ φέρτατος

    θνατῶν ἦν, Κρονίδα Λυταίου

    σεισίχθονος τέκος·

    σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις

    Κρεμμυῶνος, ἀτάσθαλόν τε

    Σκίρωνα κατέκτανεν·

    τάν τε Κερκυόνος παλαίστραν

    ἔσχεν, Πολυπήμονός τε καρτερὰν

    σφῦραν ἐξέβαλεν Προκό-

    πτας, ἀρείονος τυχὼν

    φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.

    Χορός: τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον

    λέγει, τίνα τε στολὰν ἔχοντα;

    πότερα σὺν πολεμηΐοις ὅ-

    πλοισι στρατιὰν ἄγοντα πολλάν;

    ἢ μοῦνον σὺν ὀπ.άοσιν

    στείχειν ἔμπορον οἷʼ ἀλάταν

    ἐπʼ ἀλλοδαμίαν,

    ἰσχυρόν τε καὶ ἄλκιμον

    ὧδε καὶ θρασύν, ὅς τε τούτων

    ἀνδρῶν κρατερὸν σθένος

    ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,

    δίκας ἀδίκοισιν ὄφρα μήσεται·

    οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-

    δοντα μὴ ʼντυχεῖν κακῷ.

    πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.

    Αἰγεύς: δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν

    λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις

    ξίφος ἔχειν ἐλεφαντόκωπον ·

    ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας

    κηὔτυκτον κυνέαν Λάκαι-

    ναν κρατὸς πέρι πυρσοχαίτου·

    στέρνοις τε πορφύρ εο ν

    χιτῶνʼ ἄμφι, καὶ οὔλιον

    Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ

    στίλβειν ἄπο Λαμνίαν

    φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν

    πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων

    μεμνᾶσθαι πολέμου τε καὶ

    χαλκεοκτύπου μάχας·

    δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.