Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dithyrambs

    Chapter 19

    Bacchylides

    πάρεστι μυρία κέλευθος

    ἀμβροσίων μελέων,

    ὃς ἂν παρὰ Πιερίδων λά-

    χῃσι δῶρα Μουσᾶν,

    ἰοβλέφαροί τε καὶ

    φερεστέφανοι Χάριτες

    βάλωσιν ἄμφι τιμὰν

    ὕμνοισιν· ὕφαινέ νυν ἐν

    ταῖς πολυηράτοις τι κλεινὸν

    ὀλβίαις Ἀθάναις,

    εὐαίνετε Κηϊα μέριμνα.

    πρέπει σε φερτάταν ἴμεν

    ὁδὸν παρὰ Καλλιόπας λα-

    χοῖσαν ἔξοχον γέρας.

    ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσα

    φεῦγε χρυσέα βοῦς,

    εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,

    Ἰνάχου ῥοδοδάκτυλος κόρα·

    ὅτʼ Ἄργον ὄμμασιν βλέποντα

    πάντοθεν ἀκαμάτοις

    μεγιστοάνασσα κέλευσε

    χρυσόπεπλος Ἥρα

    ἄκοιτον ἄϋπνον ἐό ν-

    τα καλλικέραν δάμαλιν

    φυλάσσεν· οὐδὲ Μαίας

    υἱὸς δύνατʼ οὔτε κατʼ εὐ-

    φεγγέας ἁμέρας λαθεῖν νιν

    οὔτε νύκτας ἁγν[άς.

    εἴτʼ οὖν γένετʼ ἐ[ν ˘¯˘¯˘

    ποδαρκέʼ ἄγγελο[ν Διὸς

    κτανεῖν τότε [Γᾶς ˘˘¯˘

    ὀβριμοσπόρου λ[˘×

    Ἄργον· ἤ ῥα καὶ [¯˘¯˘¯˘

    ἄσπετοι μέριμν[αι·

    ἢ Πιερίδες φύτευ[σαν ¯˘¯˘×

    καδέων ἀνάπαυσ[ιν ¯˘×

    ἐμοὶ μὲν οὖν

    ἀσφαλέστατον ἁ προ[

    ἐπεὶ παρʼ ἀνθεμώ[δεα

    Νεῖλον ἀφίκετʼ ο[ἰστροπλὰξ

    Ἰὼ φέρουσα παῖδ[α!!!

    Ἔπαφον· ἔνθα νι[ν!!!

    λινοστόλων πρύ[τανιν!!

    ὑπερόχῳ βρύοντ[α!!!

    μεγίσταν τε θνα[τῶν!!

    ὅθεν καὶ Ἀγανορί[δας

    ἐν ἑπταπύλοισ[ι Θήβαις

    Κάδμος Σεμέλ[αν φύτευσεν,

    ἃ τὸν ὀρσιβάκχαν

    τίκτεν Διόνυσον, [!!!!

    καὶ χορῶν στεφα[νοφόρων ἄνακτα.