Chapter 5
Classical Bacchylides GreekΛάχων Διὸς μεγίστου
λάχε φέρτατον πόδεσσι
κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,
διʼ ὅσσα πάροιθεν
ἀμπελοτρόφον Κέον
ἄεισάν ποτʼ Ὀλυμπίᾳ
πύξ τε καὶ στάδιον κρατεῦ-
σαν] στεφάνοις ἐθείρας
νεανίαι βρύοντες.
σὲ δὲ νῦν ἀναξιμόλπου
Οὐρανίας ὕμνος ἕκατι νίκ[ας
Ἀριστομένειον
ὦ ποδάνεμον τέκος,
γεραίρει προδόμοις ἀοι-
δαῖς, ὅτι στάδιον κρατή-
σας Κέον εὐκλέϊξας.