Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Epinicians

    Chapter 6

    Bacchylides

    Πυθῶνά τε μηλοθύταν

    ὑμν έω ν Νεμέαν τε καὶ Ἰσθμόν·

    γᾷ δʼ ἐπισκήπτων χέρα

    κομπάσομαι· σὺν ἀλα-

    θείᾳ δὲ πᾶν λάμπει χρέος·

    οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα-

    νας ἐν ἅλικι χρόνῳ

    παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ-

    νας ἐδέξατο νίκας.

    ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα

    ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς

    θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς

    γλαυκὸν Αἰτωλίδος

    ἄνδημʼ ἐλαίας

    ἐν Πέλοπος Φρυγίου

    κλεινοῖς ἀέθλοις.