Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Epinicians

    Chapter 12

    Bacchylides

    εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν-

    θρώποις ἄριστον·

    συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-

    νει βαρύτλατος μολοῦσα·

    κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-

    χει κ]ατορθωθεῖσα· τιμὰν

    δʼ ἄλ]λος ἀλλοίαν ἔχει·

    μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ

    πασᾶ]ν πρόκειται,

    ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-

    ται δι]καίαισι φρένεσσιν.

    οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-

    ζει μ]άχαις φόρμιγγος ὀμφὰ

    καὶ λι]γυκλαγγεῖς χοροί,

    οὔτʼ ἐ]ν θαλίαις καναχὰ

    χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ

    καιρὸς] ἀνδρῶν ἔργματι κάλ-

    λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.

    Κλεοπτολέμῳ δὲ χάριν

    νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-

    ου τέμενος κελαδῆσαι,

    Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν,

    ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου