Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dialogi meretricii

    Book 12

    Lucian of Samosata

    ΔΟΡΚΑΣ: Ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ στρατιᾶς ἀνέστρεψε πλουτῶν, ὥς φασιν· ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς. καὶ οἱ φίλοι ὠς εἶδον, συνέθεον ἐπ' αὐτὸν

    ἀσπασόμενοι· ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ' αὐτοῦ, ἠρόμην καί, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε.

    ΠΑΝΝΥΧΙΣ: Οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ’ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ· ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἴητε.

    εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.

    ΔΟΡΚΑΣ: Προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα· πρὸς δὲ σὲ οὐκ ἂν

    εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην· Ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν; ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.

    ΠΑΝΝΥΧΙΣ: Εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.

    ΔΟΡΚΑΣ: Εἶτα ἑξῆς μετ' οὐ πολὺ ἠρόμην ἐκεῖνα. ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.

    ΠΑΝΝΥΧΙΣ: Οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν;

    ΔΟΡΚΑΣ: Καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ’ οὖν

    κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα· τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἴασα δ’ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν

    ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ· ἀπέδραμόν σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο.

    εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους—ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ' ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;

    ΠΑΝΝΥΧΙΣ: Ἐξευρίσκωμεν,

    ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὕτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι·

    προσέτι

    γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν;

    ΔΟΡΚΑΣ: Ἀλλὰ καὶ προσέρχεται.

    ΠΑΝΝΥΧΙΣ: Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.

    ΔΟΡΚΑΣ: Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.

    ΠΑΝΝΥΧΙΣ: Τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι;

    ΦΙΛΟΣΤΡΑΤΟΣ: Τί οὐ πίνομεν, ὦ Παννυχί;

    ΠΑΝΝΥΧΙΣ: Ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.

    ΠΟΛΕΜΩΝ: Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε· οἴχου,

    ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἐχων· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.

    ΦΙΛΟΣΤΡΑΤΟΣ: Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;

    ΠΟΛΕΜΩΝ: Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις· χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα,

    ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.

    ΦΙΛΟΣΤΡΑΤΟΣ: Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα.

    καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ' Ὀδρύσαις χιλιαρχεῖν ἔα.

    ΠΟΛΕΜΩΝ: Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.

    ΠΑΝΝΥΧΙΣ: Τί ποιῶ, Δορκάς;

    ΔΟΡΚΑΣ: Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.

    ΠΑΝΝΥΧΙΣ: Εἰ θέλεις, εἰσίωμεν.

    ΠΟΛΕΜΩΝ: Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμένος πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων·

    ὡπλισμένοι ἡκέτωσαν

    ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι· ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ' ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.

    ΦΙΛΟΣΤΡΑΤΟΣ: Ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ

    . σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες; ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.

    ΠΟΛΕΜΩΝ: Καὶ μὴν εἴσῃ μετ' ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.

    ΦΙΛΟΣΤΡΑΤΟΣ: Ἥκετε μόνον συσκευασάμενοι

    . ἐγὼ δὲ καὶ Τίβειος

    οὗτος—μόνος γὰρ οὗτος ἕπεταί μοι—βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχεσθε

    ἔχοιτε εἰδέναι.