Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dialogi meretricii

    Book 13

    Lucian of Samosata

    ΧΕΛΙΔΟΝΙΟΝ: Οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειράκιον ὁ Κλεινίας; οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος, αὐτὸν παρ' ὑμῖν.

    ΔΡΟΣΙΣ: Οὐκέτι, ὦ Χελιδόνιον· ὁ γὰρ διδάσκαλος αὐτὸν εἶρξε μηκέτι μοι προσιέναι.

    ΧΕΛΙΔΟΝΙΟΝ: Τίς οὗτος; μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις; ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν.

    ΔΡΟΣΙΣ: Οὔκ, ἀλλ’ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος.

    ΧΕΛΙΔΟΝΙΟΝ: Τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βαθυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπατεῖν ἐν τῇ Ποικίλῃ;

    ΔΡΟΣΙΣ: Ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπίδοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ δημίου.

    ΧΕΛΙΔΟΝΙΟΝ: Τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν;

    ΔΡΟΣΙΣ: Οὐκ οἶδα, ὦ Χελιδόνιον. ἀλλ’ ὁ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ' οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο—πρῶτον δὲ ὡμίλησέ μοι—τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ·

    ἐπεὶ δὲ ἠνιώμην—οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ' αὐτῷ—ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν

    ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ·

    ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτ' ἐβάδιζον ἅμα ἐς τὴν Ἀκαδημίαν

    · ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ’ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησά

    τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλ’ ὁ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἡ ἀθλία ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκέ μοι Δρόμων τὸ γραμμάτιον τουτὶ παρ' αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον· οἶσθα γὰρ δή που γράμματα.

    ΧΕΛΙΔΟΝΙΟΝ: Φέρ' ἴδωμεν· τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος. λέγει δέ “πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας.”

    ΔΡΟΣΙΣ: Αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.

    ΧΕΛΙΔΟΝΙΟΝ: “Καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ' ἀνάγκην ἀφίσταμαί σου· ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν

    αὐτῷ, κἀκεῖνος—ἔμαθε

    γὰρ τὰ καθ' ἡμᾶς ἅπαντα—πάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα· πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.”

    ΔΡΟΣΙΣ: Μὴ ὥρας

    ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον.

    ΧΕΛΙΔΟΝΙΟΝ: “Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ· παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάσσων, καὶ ὅλως οὐδὲ προσβλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ· εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον. ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν. σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου.”

    ΔΡΟΣΙΣ: Τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον;

    ΧΕΛΙΔΟΝΙΟΝ: Τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ “μέμνησο Κλεινίου” ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.

    ΔΡΟΣΙΣ: Κἀμοὶ οὕτως ἔδοξεν· ἀπόλλυμαι δ’ οὖν ὑπὸ τοῦ ἔρωτος. ὁ μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει

    τῶν μαθημάτων

    συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν. ἀλλὰ καὶ ἀναγιγνώσκει μετ' αὐτοῦ ἐρωτικούς τινας λόγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος

    περὶ τὸ μειράκιόν ἐστιν. ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.

    ΧΕΛΙΔΟΝΙΟΝ: Ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα.

    ΔΡΟΣΙΣ: Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι· κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος.

    ΧΕΛΙΔΟΝΙΟΝ: Θάρρει, πάντα ἔσται καλῶς. ἐγὼ δὲ καὶ ἐπιγράψειν μοι δοκῶ ἐπὶ τοῦ τοίχου ἐν Κεραμεικῷ, ἔνθα ὁ Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος διαφθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ.

    ΔΡΟΣΙΣ: Πῶς δ’ ἂν λάθοις ἐπιγράψασα;

    ΧΕΛΙΔΟΝΙΟΝ: Τῆς νυκτός, Δροσί, ἄνθρακά ποθεν λαβοῦσα.

    ΔΡΟΣΙΣ: Εὖ γε, συστράτευε μόνον, ὦ Χελιδόνιον, κατὰ τοῦ ἀλαζόνος Ἀρισταινέτου.