Book 2
Imperial Lucian of Samosata GreekΧΑΡΩΝ: Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
ΜΕΝΙΠΠΟΣ: Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
ΧΑΡΩΝ: Ἀπόδος, φημί, ἀνθ' ὧν σε διεπορθμεύσαμεν.
ΜΕΝΙΠΠΟΣ: Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
ΧΑΡΩΝ: Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;
ΜΕΝΙΠΠΟΣ: Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’ οὐκ ἔχω.
ΧΑΡΩΝ: Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.
ΜΕΝΙΠΠΟΣ: Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.
ΧΑΡΩΝ: Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
ΜΕΝΙΠΠΟΣ: Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.
ΕΡΜΗΣ: Νὴ Δί' ὀναίμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
ΧΑΡΩΝ: Οὐκ ἀποστήσομαί σου.
ΜΕΝΙΠΠΟΣ: Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ’ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
ΧΑΡΩΝ: Σὺ δ’ οὐκ ᾔδεις κομίζειν δέον;
ΜΕΝΙΠΠΟΣ: Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
ΧΑΡΩΝ: Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
ΜΕΝΙΠΠΟΣ: Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
ΧΑΡΩΝ: Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
ΜΕΝΙΠΠΟΣ: Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
ΧΑΡΩΝ: Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.
ΜΕΝΙΠΠΟΣ: Μὴ ἐνόχλει οὖν.
ΧΑΡΩΝ: Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
ΜΕΝΙΠΠΟΣ: Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
ΧΑΡΩΝ: Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.
ΕΡΜΗΣ: Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
ΧΑΡΩΝ: Καὶ μὴν ἄν σε λάβω ποτέ—
ΜΕΝΙΠΠΟΣ: Ἄν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.