Book 3
Imperial Lucian of Samosata GreekΚΡΟΙΣΟΣ: Οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον.
ΠΛΟΥΤΩΝ: Τί δ’ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
ΚΡΟΙΣΟΣ: Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν, ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός ἐστιν.
ΠΛΟΥΤΩΝ: Τί ταῦτά φασιν, ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ: Ἀληθῆ, ὦ Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησεν βιῶναι κακῶς, ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
ΠΛΟΥΤΩΝ: Ἀλλ' οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.
ΜΕΝΙΠΠΟΣ: Καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς;
ΠΛΟΥΤΩΝ: Οὐδαμῶς, ἀλλ’ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
ΜΕΝΙΠΠΟΣ: Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου· ἔνθα γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.
ΚΡΟΙΣΟΣ: Ταῦτα οὐχ ὕβρις;
ΜΕΝΙΠΠΟΣ: Οὔκ, ἀλλ’ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε, προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημονεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.
ΚΡΟΙΣΟΣ: Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων.
ΜΙΔΑΣ: Ὅσου μὲν ἐγὼ χρυσοῦ.
ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ: Ὅσης δὲ ἐγὼ τρυφῆς.
ΜΕΝΙΠΠΟΣ: Εὖ γε, οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς, ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.