Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    2 Ezra

    Chapter 8

    Old Testament

    Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετʼ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασθὰ τοῦ βασιλέως Βαβυλῶνος.

    ἀπὸ υἱῶν Φεινεές, Ιηρσώμ· ἀπὸ υἱῶν Ἰθαμάρ, Δανιὴλ· ἀπὸ υἱῶν Δαυείδ, Γούς·

    ἀπὸ υἱῶν Σαναχιὰ ἀπὸ υἱῶν Φορός, Ζαχαρίας, καὶ μετʼ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα·

    ἀπὸ υἱῶν Φααθμωάβ, Ἐλιανὰ υἱὸς Ζαρειά, καὶ μετʼ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά·

    καὶ ἀπὸ

    υἱῶν Ἀδείν, Ὠβὴθ υἱὸς Ἰωναθάν, καὶ μετʼ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Ἠλά, Ἰοσειὰ υἱὸς Ἀθελεί, καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Σαφατειά, Ζαβδειὰ υἱὸς Μειχαήλ, καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Ἰωάβ, Ἀδειὰ υἱὸς Ἰεμά, καὶ μετʼ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Σαλειμοὺθ υἱὸς Ἰωσεφειά, καὶ μετʼ αὐτοῦ ἑκατὸν ἐξήκοντα τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Βαβεί, καὶ Ἀζαριὰ υἱὸς Βαβεί, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Ἀστάδ, Ἰωνὰν υἱὸς Ἁκατάν, καὶ μετʼ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Ἀδανεικὰμ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἀλειφὰτ καὶ Εὐειὰ καὶ Σαμαιά, ἐξήκοντα τὰ ἀρσενικά·

    καὶ ἀπὸ υἱῶν Βαγὸ Οὐθί καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά.

    Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐείμ, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς· καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν, καὶ ἀπὸ υἱῶν Λευεὶ οὐχ εὗρον ἐκεῖ.

    καὶ ἀπέστειλα τῷ Ἐλεαζάρ, τῷ Ἀριήλ, τῷ Σαμαιὰ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἀρὲβ καὶ τῷ Ἐλναθὰμ καὶ τῷ Ναθὰν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσουὰμ ἄνδρας· καὶ τῷ Ἀρεὶβ καὶ τῷ Ἐαναθὰν συνιόντας.

    καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθανεὶμ ἐν ἀργυρίῳ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν.

    καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφʼ ἡμᾶς, ἀνὴρ σαχὼχ ἀπὸ υἱῶν Μοολεὶ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτὼ καὶ δέκα·

    καὶ τὸν Ἁσεβειὰ καὶ τὸν Ὠσαίαν ἀπὸ υἱῶν Μεραρεί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι·

    καὶ ἀπὸ τῶν Ναθεινεὶμ ὧν ἔδωκεν Δαυεὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευειτῶν, Ναθεινεὶμ δια-

    8 Σαηφατια A | Ζαβδιας A | Μαχαηλ A 9 Αδεια] Αβαδια A | Ιεμα] Ιεειηλ A 10 Σαλειμουθ] Bαανισ|ελειμμουθ᾿· Avid | Ιωσεφια A 11 o m και 2⁰ A | Αζαρια] Ζα|χαριας A 12 Ασιαδ] Αζγαδ A | Ιωαναν A | Ακκαταν A 13 Αδωνι- καμ A | Αλειφατ και Ευεια] Ελιφαλαθειηλ᾿· Avid | Σαμαεια A 14 Βαγο] Γαβουαει A | Ουθι Ουθαι και Ζαβουδʼ A | ογδοηκοντα] εβδομηκοντα A 15 Ευει A | τω λαω] quae seq in A vix possunt legi usque 19 16 Σεμεια A | Αλωναμ] αμ non inst Bᵇ (quasi Αλων) | Αρεβ] Ιαριβ A | Μεσουαμ] Μεσολλαμ A | om ανδρας A | Αρειβ] Ιωαρειμ A | Εαναθαν] Ελναθαν A | συνιοντας (συνειοντας Bᵃ vid)] συνιεντας A 17 αδοντας A] οδοντας B 18 σαχω A | Μοολι A | Λευι A | ηλθον A | υιοι] pr οι A | οκτω και δεκα] δεκα οκτω A 19 Ασεβια A | Ωσαιαν] Ισαια A | Μεραρι A | υιοι] pr οι A 20 Ναθεινειμ bis (Ναθεν 1⁰ Bᵇ vid [ειμ non inst])] Ναθινειμ A | δουλιαν A | Λευιτ. A (item 29, 30, 33)

    κόσιοι καὶ εἵκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασιν.

    καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Θουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμών, ζητῆσαι παρʼ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν.

    ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες Χεὶρ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐνκαταλείποντας αὐτόν.

    καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.

    καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραιά, Ἁσαβιά, καὶ μετʼ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δώδεκα.

    καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι.

    καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατόν, καὶ τάλαντα χρυσίου ἑκατόν·

    καὶ καφουδὴθ χρυσοῖ εἴκοσι εἰς τὴυ ὁδὸν χαμανεὶμ χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα, ἐπιθυμητὰ ἐν χρυσίῳ.

    καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς ἅγιοι τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ἡμῶν·

    ἀγρυπνεῖτε καὶ τηρεῖτε, ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἰερουσαλήμ, εἰς σκηνὰς οἴκου Κυρίου.

    καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευεῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν, ἐνεγκεῖν εἰς Ἰερουσαλὴμ εἰς οἶκον θεοῦ ἡμῶν.

    Καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Θουέ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἰερουσαλήμ· καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφʼ ἡμῖν, καὶ ἐρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.

    καὶ ἤλθομεν εἰς Ἰερουσαλήμ, καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.

    καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μερειμὼθ υἱοῦ Οὐρεία τοῦ ἱερέως, καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ υἱὸς Φεινεές,

    καὶ μετʼ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νοαδεὶ ἀπὸ Ἐβανναιὰ οἱ Λευεῖται·

    ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ

    διελθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ἰσραήλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενήκοντα ἕξ, ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτωμάτααον.

    καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ.