Chapter 9
Hellenistic Old Testament GreekΚαὶ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρὸς μὲ οἱ ἄρχοντες λέγοντες Οὐκ ἐχωρίσθη ὁ λαὸς Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν· τῷ Χανανεί, ὁ Ἑθεί, ὁ Φερεσθεί, ὁ Ἰεβουσεί, ὁ Ἀμμωνεί, ὁ Μωάβ, ὁ Μοσερεὶ καὶ ὁ Ἀμορεί·
ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν, καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ.
καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον, διέρρηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην, καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου, καὶ ἐκαθήμην ἠρεμάζων.
καὶ συνήχθησαν πρὸς μέ πᾶς ὁ διώκων λόγον θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας· καὶ ἐγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.
καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου· καὶ ἐν τῷ διαρρῆξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην, καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω χεῖράς μου πρὸς τὸν θεόν,
καὶ εἶπα, Ἠσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι τὸ πρόσωπόν μου πρὸς σέ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς οὐρανόν.
ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν, ἐν ῥομφαίᾳ καὶ ἐν αἰχμαλωσία, ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.
καὶ νῦν ἐπεσκευάσατο ἡμῖν ὁ θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμῖν εἰς σωτηρίαν καὶ δοῦναι
οι ελθοντες A | εκ] απο A | ολοκαυτωματων] ολοκαυτωμα|τα τω κω· A 36 εδωκα A IX 1 Χανανι A | Εθθι A | Φερεζι A | Αμμωνι A | Μωσρι A | Αμορι A 2 αυτοις] εαυτοις A | αυτων 2⁰] εαυτων A | ταυτη] + εν αρχη A 3 ερεμαζων A 4 αποικεσιας A | και εγω] καγω A 5 ταπεινωσεως] pr της A | χειρας] pr τας A | τον θεον] pr κν A 6 ησχυνθην] pr κε A | υψωσαι] + θεε μου A | πλημμελιαι A 7 πλημμελια A | εν 6⁰] pr και A 8 ο θεος] pr κς A | καταλειπειν A
ἡμῖν στήρισμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ, τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν.
ὅτι δοῦλοί ἐσμεν, καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐνκατέλειπεν ἡμᾶς § Κύριος ὁ θεὸς ἡμῶν, καὶ ἔκλινεν ἐφʼ ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων Περσῶν, δοῦναι ἡμῖν ζωοποίησιν, τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ θεοῦ ἡμῶν καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς, καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ.
τί εἴπωμεν, ὁ θεὸς ἡμῶν, μετὰ τοῦτο; ὅτι ἐνκατελίπομεν ἐντολάς σου
ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν Ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτὴν γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν, ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν.
καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν, καὶ ἀπὸ θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν, καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφʼ ὑμᾶς ἐν ποιήμασιν ὑμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ὑμῶν τῇ μεγάλῃ· ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας καὶ ἔδωκας ἡμῖν σωτηρίαν·
ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ γαμβρεῦσαι τοῖς λαοῖς· μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας τοῦ μὴ εἶναι ἐνκατάλειμμα καὶ διασωζόμενον.
Κύριε ὁ θεὸς Ἰσραήλ, δίκαιος σύ, ὅτι κατελείφθημεν διασωζόμενοι ὡς ἡ ἡμέρα
αὕτη· ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν, ὅτι οὐκ ἔστιν στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ.