Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Deuteronomy

    Chapter 34

    Old Testament

    Καὶ ἀνέβη Μωυσῆς ἀπὸ ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαὺ’πὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου Ἰερειχώ· καὶ ἔδειξεν ὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δάν,

    καὶ πᾶσαν τὴν καὶ πᾶσαν τὴν γῆν Ἐφράιμ καὶ Μανασσή, καὶ πᾶσαν

    τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης,

    καὶ τὴν ἔρημον, καὶ τὰ περίχωρα Ἰερειχώ, πόλιν φοινίκων, ἕως Σηγωρ.

    καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Αὕτη ἡ γῆ ἣν ὤμοσα Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

    καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος κυρίου.

    καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.

    Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῶ τελευτᾷν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν.

    καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.

    Καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκεν γὰρ Μωυσῆς τὰς αὐτοῦ ἐπ’ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ, καὶ καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

    Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς, ὃν ἔγνω κύριος αὐτὸν κατὰ πρόσωπον·

    ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῆ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ, ἦά θαυμάσια

    τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησεν Μωυσῆς ἔναντι παντὸς Ισραήλ.