Chapter 16
Hellenistic Old Testament GreekΚαὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, διαμάρτυρσι τῇ Ἰερουσαλὴμ τὰς ἀνομίας αὐτῆς,
καὶ ἐρεῖς Τάδε λέγει Κύριος τῇ Ἰερουσαλήμ Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανάαν, ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία.
καὶ ἡ γένεσίς σου· ἐν ἧ ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησας τοὺς μαστούς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης,
οὐδὲ ἐφείσατο ὀφθαλμός μου ἐπὶ σοὶ ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης.
καὶ διῆλθον ἐπὶ σὲ καὶ ἴδον σε πεφυρμένην ἐν τῷ αἵματι, καὶ εἶπά σοι Ἐκ τοῦ αἵματός σου ζωή·
πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων. οἱ μαστοί σου ἀνορθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλεν,
σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.
καὶ διῆλθον διὰ σοῦ καὶ ἴδον σε, καὶ ἴδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σἐ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος, καὶ ἐγένου μοι.
καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ·
καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ·
καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου·
καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλὴν σου·
καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου καλὴ σφόδρα.
καὶ ἐξῆλθέν σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ, λέγει Κύριος.
Κατεπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον.
καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπʼ αὐτά, καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται.
καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεως σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς,
καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτάς, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν,
καὶ τοὺς ἄρτους μου σὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά
καταλυοντων (-ωνιων A* -οντων A¹)] α᾿ καιρος συναλλαγης θ᾿ καιρος μαστων σου σʼ καιρος αγαπης Qmg ασχημοσυνην] incep αισχ Q* ᵛⁱᵈ ωμοσα σοι] ωμολογησα σοι Bᵃᵐᵍ (non inst Bᵇ) Κυριος] pr αδωναι Aᵃ? (ει αδω ναι in mg et sup ras Aᵃ?) QΓ μοι] μου Β* (μοι BᵃᵇQ) hiat Γ 10 υπεδησα υπ[ε]δυσα Γ 12 περι] επι A 13 χρυσιω και αργυριω] κοσμω χρυσω και αργυρω AΓ μελι και ελαιον Q φαγες Q* (εφ. Qᵃ) σφοδρα] + σφοδρα AQ + θ᾿?? και κατηυθυνθης εις βασίλειαν Q 14 σοι] σου AQΓ εν 2⁰] επι A συντετελεσμενον] ον sup ras Bᵃᵇ om εν τη ωραιοτητι Q Κυριος] pr αδωναι Aᵃ? (επι σε| λεγει αδωναι in mg et sup ras) QΓ 15 κατεπεποι- θεις] pr και A και επεποιθεις Q εν] επι AΓ πορνιαν A παροδον] + ο ουκ εσται A + (sub??) αυτω εγινου Q 16 —27 paene perier in Γ 16 ειδωλα ραπτα] σ’ υψηλα εμβεβολιμμενα Qmg ουδε] ουδ ου A 17 εκ του χρυσιου μου και εκ του αργυριου μου] pr και A εκ του αργ. μου και εκ τον χουσ· μου Q 18 αυτας] αυτα Bᵃᵇ AQ | το ελαιον] τον ελ. Q* *(το
σε, καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας. καὶ ἐγένετο, λέγει Κύριος,
καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας,
καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτηορπιάζεσθαί σε αὐτὰ αὐτοῖς.
τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, τῆς ἡμέρας ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα· πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας.
καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,
καὶ οἰκοδομήσας σεαυτῇ οἴκημα πορνικόν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ,
καὶ ἐπʼ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου,
καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολλαχῶς ἐξεπόρνευσας, τοῦ παροργίσαι με.
ἐὰν δὲ ἐκτείνο τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου. ἠσέβησας
καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσούρ, καὶ οὐδʼ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω.
καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων, καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης.
τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσιν σου·
τὸ· πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὀδοῦ, καὶ] τὴν
βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ. καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα,
ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα,
πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα· καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτούς, τοῦ ἔρχεσθαι πρὸς σέ κυκλόθεν ἐν τῆ πορνίᾳ σου.
καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ διδόναι σε μισθώματα, καὶ μισθώματα οὐκ ἐδόθη σοί, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα.
Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου
Τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπισυνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠγάπησας σὺν πᾶσιν οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σέ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·
καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος, καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου
καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου, καὶ ἐκδύσουσίν σε τὰ ἱμάτιά σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου, καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν.
καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους, καὶ λιθοβολή. σουσίν σε ἐν λίθοις, καὶ κατασφάξουσίν σε ἐυ τοῖς ξίφεσιν αὐτῶν,
καὶ ἐνπρήσουσιν τοὺς οἴκους σου πυρί, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶυ· καὶ ἀποστρέψω) σε ἐκ πορνείας, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι.
καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ· καὶ ἀναπαύσομαι,
σοι] δ. γρ. υπο τον ανδρα αυτης εις αλλοτριους ομοια σοι Qᵐᵍ 33 πα- σιν AQ εκπορνευσασιν] εκπορνευουσιν A om και συ δεδωκας μισθωματα A και εφορτιζες αυτους] α᾿ӄ εδωροδοτεις αυτους Qᵐᵍ πορνεια Bᵃᵇ AQ 34 εγενετο] το bis scr Q* om εν 1⁰ AQ διεστραμμενον] εξεστραμμενον Α σου 2⁰] σε ου Q διδοναι] προσδιδοναι Bᵃᵇ ᵐᵍQ προδιδοναι A |μισθω- ματα ουκ εδοθη σοι] σοι μισθ. ουκ εδοθη A διεστραμμενα] εξεστραμμενα A 36 Κοριος] pr αδωναι AQ εις] επι A ανομων Q* (μιων Qᵃ) |εδωκας] δεδωκας Q 37 επισυναγω] επι σε συναγω AQ παντας 2⁰] απαντας Q | κακειας Β* (-κιας Bᵇ); item 57 38 μοιχαλιδος] μοιχαλιδων Q + και εχχεουσης (sic) αιμα A + και εκχεουσω| αιμα Q θησω] θησομαι A αιματι] τω αιματι σου και δωσω σε εις αιμα A ζηλους A 39 κατασκοφ ουσιν A |τα ιματια] τον ιματισμον A ληφ ονται Qᵃ 41 εμπρησουσιν BᵇAQ πυρι] pr εν \A εκ πορνειας] απο της πορν. σου A
καὶ οὐ μὴ μεριμνήσω οὐκέτι.
ἀνθ᾿ ὦν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἐγὼ ἰδοὺ τὰς ὁδοὺς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.
γαῦτά ἐστιν πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες Καθὼς ἡ μήτηρ,
καὶ ἡ θυγάτηρ· (⁴⁵)θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς, καὶ ἀδελφαὶ τῶν ἀδελφῶν σου αἱ ἀπωσάμεναι τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμορραῖος.
ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφὴ σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.
καὶ οὐδʼ ὣς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.
ζῶ ἐγὼ, λέγει Κύριος, εἰ πεποίηκεν Σόδομα, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.
πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς· καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο,
καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτὰς καθὼς εἶδον.
καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπέρ αὐτάς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας.
καὶ σὺ κόμισαι βάσανόν σου ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπέρ αὐτάς, καὶ ἐδικαίωσας αὐτὰς ὑπέρ σεαυτὴν· καὶ σὺ αἰσχύνθητι καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.
καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν
ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν,
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὦν ἐποίησας ἐν τῷ παροργίσαι με.
καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπʼ ἀρχῆς· καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπʼ ἀρχῆς ἦτε.
καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου,
πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ,
τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου κεκόμισαι αὐτάς, λέγει Κύριος.
τάδε λέγει Κύριος Καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου.
καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον.
καὶ μνησθήσῃ τὴν ὁδόν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου.
καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσει ὅτι ἐγὼ Κύριος·
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποί ησας, λέγει Κύριος.