Chapter 17
Hellenistic Old Testament GreekΚαὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ,
καὶ ἐρεῖς Τάδε λέγει Κύριος Ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
τὰ ἄκρα τῆς ἁπαλότητος. ἀπέκνισεν, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰαν, εἰς πόλιν τετειχισμένην
σε παρ. A 55 αρχης 1⁰] + και Σαμαρεια και αι θυγατερες αυτης απο- κατασταθησονται καθως ησαν απ αρχης AQ αποκαταστασθησεσθη Β* (απο- κατασταθ. Bᵇ) 56 υπερηφανειας Q* (-νιας Qᵃ) 57 Συρειας Β* (-ριας Bᵇ) 58 τας ασεβειας...κεκομισαι] εν ταις ασεβιαις σου και ταις ανομιαις σου συ κεκοσμησαι A κεκομισαι] pr συ Bᵃᵇ⁽ᵛiᵈ)Q) αυτας] αυτα Q 59 Κυριος] pr αδωναι AQ om εν A ητιμασας AQ) 61 ατιμασθηση A | εις οικοδομην] εις δοκιμην Q* (εις οικοδ. Qmg) σου 5⁰] μου A om Q 62 om εγω 1⁰ A επιγνωση BᵃᵇAQ) 63 το στομα σου] το στμα A στομα Q της ατιμιας] om της A εν τω εξιλασκ.] pr και A Κυριος] pr αδωναι Q X V II 1 pr tit περι του αετου του μεγαλου Qmg sup 3 Κυριος] pr αδωναι αετος] pr ο AQ εκτασει] εκστασει A ελαβεν AQ |επιλεκτα] εκλεκτα A 4 απεκνειζεν Β* viᵈ Χανααν] Χαλδαιων A
ἔθετο αὐτά.
καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφʼ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικράν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό, καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.
καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῷ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Εἰ κατευθυνεῖ, οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδʼ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥίζῶν αὐτῆς;
καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεταις; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀυθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρῷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήμψεται,
τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάυειν αὐτήν.
καὶ ἀποστήσεται
ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Aἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;
ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.
καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδʼ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.
καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκα τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;
διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ.
καὶ ἐκπετάσω ἐπʼ αὐτὸν τὸ δίκτυον, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα.
Διότι τάδε λέγει Κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλόν,
καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.
καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινόν, καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν. ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.
16 ζω] pr δια τουτο A Κυριος] pr αδωναι Q τοπω] τω τοπω ω A τω τοπω Q ο βασιλευς ο βασιλευσας] του βασιλεως του βασιλευσαντος Qmg 17 ουδ] ουδε AQ βελοστασεως A ψ υχας] + πολλας Q 18 και ητιμωσεν] οτι ητι- μασεν A δεδωκα] δεδωκεν Amg 19 Κυριος] pr αδωναι Q την ορκωμοσιαν...παρεβη] την διαθηκην μου ην παρεβη και την ορκ. μου ην ητιμωσεν A αυτην] αυτα AQ 20 δικτυον] + μου AQ αυτου] + (sub?? Q) και αξω αυτον εις Bαβυλωνα και διακριθησομαι μετ αυτου εκει την αδικιαν αυτου ην ηδικησεν εν εμοι AQ 21 εν παση παραταξει αυτου] και πασας φυγαδειας (-δας Q* -διας Qᵃ) αυτου εν παση τη π. αυτου AQ (sub?? usque ad αυτου 1⁰) και παντες οι εκλεκτοι συν|παση τη π. α.)Qmg πεσουται Β* (πεσουντ.|Bᵃᵇ) 22 διοτι] δια τουτο ειπον A Κυριος] pr αδωναι Q ληψ ομαι Qᵃ εκλεκτων] επιλεκτων AQ om εκ 2⁰ A κορυφης] καρδιας αυτων A + (sub θʼ??) και δωσω απο κεφαλης παραφυαδων αυτης Q ουτων] + και δωσω απο κεφαλης παραφυαδω αυτης καρδιας ουτων A 23 Ισραηλ] pr του A ορνεον και παν πετεινον] θηριον και τα πετεινα A τα κληματα] pr και A 24 πεδιου] αγρου A υγων] pr ο AQ ξυρον Β* (ξηρ. Bᵃᵇ) SEPT. III.