Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 18

    Old Testament

    Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

    Υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ἰσραήλ, λέγοντες Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν;

    ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ.

    ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.

    ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην,

    ἐπὶ τῶν ὀρέων οὐ φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ,

    καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἄρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ

    καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ,

    καὶ τοῖς προστάγμασίν μου πεπόρευται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστιν, ζωῇ ζήσεται, λέγει Κύριος.

    καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμόν, ἐκχέοντα αἶμα καὶ ποιοῦντα ἁμάρτημα,

    ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγεν καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανεν,

    καὶ πταωχὸν καὶ πένητα κατεδυνάστευσεν, καὶ ἄρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκεν,

    μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν· οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἔσται.

    ἐὸν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ ἂς ἐποίησεν, καὶ φοβηθῇ καὶ μὴ ποιήσῃ κατὰ ταύτας,

    ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν

    γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν,

    καὶ ἄνθρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν,

    καὶ ἀπʼ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν, δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται

    ὁ δε πατήρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου, καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ.

    καὶ ἐρεῖτε Τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκεν, πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά, ζωῇ ζήσεται.

    ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρός, οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίῳ ἐπʼ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπʼ αὐτὸν ἔσίοι.

    καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.

    πάντα τὰ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν οὐ μνησθήσεται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ἦ ἐποίησεν ζήσεται.

    μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν

    ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσεν καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν. ἐν αὐταῖς ἀποθανεῖται.

    καὶ εἴπατε Οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου. ἀκούσατε

    απεστρεψεν AQ ουδε] και Q 18 εαν θλιψει] εν θλιψη A θλιφη] θλιβη Q αρπαγμα] + (sub οι γ᾿??) αδελφου Q 19 om τι A bis scr οτι Β* (improb 10 Bᵃᵇ) την αδικιαν] om την A ο υιος του πατρος] υιος πατρος αυτου A πεποιηκεν] εποιησεν A 20 αποθανειται] pr αυτη AQ ο δε υιος] υιους A (υιος A?) ληψεται bis Qa: 2⁰, Bᵇ πατρος] + αυτου AQ ο πατηρ om ο AQ αδικειαν (20) Β* (-κιαν Bb) υιου] + αυτου ΑQ δικαιω] δικαιου AQ) bis scr και ανομια. εσται Β* (uncis incl 2⁰ Bᵃᵇ) ανομω] ανομου AQ 21 και ο ανομος εαν αποστρεψῃ εκ] εαν δε αποστραφη ανομος απο A φυ- λαξηται] φυλαξη A δικαιοσυνην και ελεος] τα δικαιωματα μου A ου] pr και ΑQ 22 πανια τα παραπτωματα αυτου οσα] πασαι αι αδικιαι ας A ου] + μη AQ μνησθησεται] μνησθωσιν A + (sub) οι γʼ??) αυτω Q |εν] pr αλλ A ζησεται] pr εν αυτη A 23 μη θελησει θελησω] οτι ου βουλο- μαι A Κυριος] pr κς AQ οδου] + αυτου A 24 εκ] απο A ποιησαι] ποιηση AQ ανομος] + (sub) θ᾿??) και ποιηση και (+ ου Qᵃ) ζησεται Q 25 κατευθυνει 1⁰] κατορθοι A

    δή, οἶκος Ἰσραὴλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει;

    ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα, καὶ ἀποθάνῃ ἐν τῷ παραπτώματι ἡ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται.

    καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν.

    καὶ ἀπέστρεψεν ἐκ πασῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.

    καὶ λέγουσιν ὁ οἶκος τοῦ Ἰσραήλ Οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου. μὴ ἡ ὁδος μου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ;

    ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγε Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.

    ἀπορρίψατε ἀπὸ ἑαυτῶν πάσας τὰς ἀσεβίας ὑμῶν ἃς ἠσεβήσατε εἰς ἐμέ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἴνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;

    διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος.