Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 35

    Old Testament

    Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

    Υἱὲ ἀνθρώπου, ἐπί

    στρεψον τὸ πρόσωπόν σου ἐπʼ ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτό,

    καὶ εἰπόν Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ,

    καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος.

    ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπʼ ἐσχάτῳ·

    διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἶμά σε διώξεται.

    καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπʼ αὐτοῦ ἀνθρώπους καὶ κτήνη,

    καὶ ἐνπλήσω τῶν τραυματιῶν βουνοὺς καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.

    ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος.

    διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστιν.

    διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθή. σομαί σοι ἡνίκα ἄν κρίνω σε,

    καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ἰσραὴλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα,

    καὶ ἐμεγαλορημόνησας ἐπʼ ἐμέ τῷ στόματί σου· ἐγὼ ἤκουσα.

    τάδε λέγει Κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε·

    ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία καὶ ἐξαναλωθήσεται· γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος ὁ θεὸς αὐτῶν.

    3 ειπον] + αυτω BᵃᵇAQ om Κυριος A om εις BᵃᵇAQ 4 ταις πολεσιν (σι Bᵇ)] pr εν AQ ερημος] ερημον Q 5 σε] εν σοι Q b? ᵇᵐᵍ εχραν Q*(εχθρ.Qᵃ) αιωνιον AQ δολω] pr?? Q? εν κιρι κθρων (?? Q?) μακαιρα) εν καιρω εχθρω εν χειρι μαχαιρας A + (sub θ'??) εν καιρω θλιφεως οττων Q εσχατων A 6 ει] η Q σε διωξεται] διωξ. σε (θʼ??) η μην αιμα εμισησας και αιμα διωξεται σε Q 7 ορος] pr το A bis scr εις Β* (improb) 2⁰ Bᵇ) ερημωμενον AQ 8 εμπλησω BᵇAQ + (sub??) τα ορη αυτου Q τραυ- ματιων] + σου BᵃAQ | βουνους] pr τους AQ + σου A τας φαραγγας] pr πα- σας A πασιν AQ* salt 9 ερημιαν] pr και A αιωνιαν Bᵃ 10 δια το ει- πειν σε] διοτι ειπας A εσονται] εισιν A Κυριος] pr ο A 11 Κυριος] pr κς AQ σοι 1⁰] pr εν A σου] +και κατα τον ζηλον σου ον εποιησας εκ του μεμισηκεναι σε εν αυτοις A et (sub θ'??) Q αν] εαν A 12 Ισραηλ] + (sub) λεγων Q καταβρωμα] κατασχεσι A 13 σου] + (sub θʼ??) και εβοησατε επ εμε λογους υμων Q εγω] pr και A ηκουσα] φησιν κς A 14 Κυριος] pr κς Q om ερημον ποιησω σε A 15 ερημον] pr (sub??) καθως ηυφρανθης εις κληρονομιαν οικου Ιηλ οτι ηφανισθη. ουτως ποιησω σοι Q και εξαναλωθησεται] εξολεθρευθησεται A pr?? Q γνωση] pr και B? (superscr) A και γνωσονται Q ο θεος ουτων] pr?? Q?