Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 36

    Old Testament

    Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ἰσραήλ Ἀκούσατε λόγον Κυρίου

    Τάδε λέγει κύριος Κύριος Ἀνθʼ οὗ εἶπεν ὁ ἐχθρὸς ἐφʼ ὑμᾶς Εὐγε, ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη·

    διὰ τοῦτο προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος Κύριος Ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσιν, καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσιν·

    διὰ τοῦτο, ὄρη Ἰσραήλ, ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐνκαταλελιμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικυκλῳ·

    διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη. καὶ ἐπὶ τὴν Ἰδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετʼ εὐφροσύνης, ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ.

    δμὰ τοῦτο προφήτεοσον ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλὶλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς.

    διὰ τυῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικυκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται

    ὑμῶν δέ, ὄρη Ἰσραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσιν τοῦ ἐλθεῖν.

    τι ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε,

    καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον

    Ἰσραὴλ εἰς τέλος· καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκδομηθήσεται.

    καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ εἰμι Κύριος.

    καὶ γεννήσω ἐφʼ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ἰσραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπʼ αὐτῶν.

    τάδε λέγει κύριος Κύριος Ἀνθʼ ὧν εἶπάν σοι Κατέσθουσα ἀνθρώπους εἶ, καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου·

    διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος Κύριος.

    καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφʼ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος Κύριος.

    Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

    Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴιησεν ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ταῖς ἀκαθαρσίαις αὐτῶν, καὶ κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.

    καὶ ἐξέχεα τὸν θυμόν μου ἐπʼ αὐτούς,

    καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.

    καὶ εἰσῆλθον εἰς τὰ ἔθνη οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.

    καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ

    διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ Τάδε λέγει Κύριος Οὐχ ὑμῖν ἐγῶ ποιῶ, οἶκος Ἰσραήλ, ἀλλ᾿ ἢ διὰ τὸ ὄνομά

    οικοδομηθησονται A 11 κτηνη] + (sub αʼθ'??) και αυξηθησονται και πληθυνθησονται Q τα εμπροσθεν] το εμπρ. A 12 γεννησω] δωσω A προστεθητε] προστεθησεσθαι A 13 κυριος] αδωναι A κατεσθιουσα Q* ᵛⁱᵈ (.θουσα Qᵃ) ει] + συ) ητεκνωμενη] ε 1a sup ras B 14 ατεκνω- σεις ετι] ατεκνωσει σε ουκετι A κυριος] αδωναι A 15 ουκετι εφ υμας] εφ υμας ουκετι Q* (improb ουκ Qᵃ) ονειδισμους λαων] ονειδισμο εθνων A ου μη ανενεγκητε] ου μη ενεγκηται ετι A ου λημψη (ληψ. Qᵃ) ετι Q + (sub??) και το εθνος σου ουκ ατεκνωθησεται ετι Q Κυριος] ο θς A 17 κατω- κησαν A και 1⁰] + εν ταις ακαθαρσιαις ουτων A ταις ακαθαρσιαις] pr εν AQ om και 4⁰ AQ αποκαθημενης] αφεδρου A 18 αυτους] + περι του αιματος ου εξεχεαν εν τη γη (επι την γην Q) και εν τοις ειδωλοις (ιδ. A) ουτων εμιαναν αυτην A et (sub αʼθʼ??) Q 19 την οδον] τας οδους A την αμαρτιαν] τας ανομιας A 20 εισηλθον bis] εισηλθοσαν A μου το αγιον] το αγιον μου Q λεγεσθαι] λεγειν Q* ᵛⁱᵈ (γεσθαι Q¹) αυτου] ου- των A εξεληλυθοσιν] εξηλθοσα A 21 μου το αγιον] το αγιον μου Q 22 Κυριος] pr αδωναι A pr κς Q αλλ η] αλλα Q

    μου τὸ ἄγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθετε ἐκεῖ.

    καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν.

    καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.

    καὶ ῥανῶ ἐφʼ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς,

    καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.

    καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἴνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.

    καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.

    καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον

    καὶ πληθυνῶ αὐτόν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθυεσιν.

    καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθά, καὶ προσοχθιεῖτε κατὰ πρόσαωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν.

    οὐ δι᾿ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος Κύριος, γνωστόν ἐστιν ὑμῖν. αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ.

    τάδε λέγει ἀδωναὶ Κύριος Ἐν ἡμέρη ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι·

    καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται, ἀυθʼ ὧυ ὅτι ἠφανισμένη ἐγενήθη κατʼ ὀφθαλμοὺς παντὸς παροδεύοντος.

    καὶ ἐροῦσιν Ἡ γῆ ἐκεἰνη ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς. καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν·

    καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἡφανισμένας·

    ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω.

    Τήδε λέγει ἀδωναὶ Κύριος Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτούς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους,

    ὠς πρόβατα ἅγια, ὡς πρόβατα Ἰερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς· οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρὠπων, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.