Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 39

    Old Testament

    Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γώγ, ἄρχοντα Ῥώς, Μέσοχ, καὶ Θοβέλ·

    καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπʼ ἐσχάτου τοῦ βορρᾶ, καὶ ἀνάξω σε ἐπὶ

    Qᵃ) | εγερθηση] εξεγερθηση A 16 ουτων] + Γωγ (fort sub??) Q 17 κυ- ριος Κυριος] αδωναι κς ο θς A | τω Γωγ] pr?? Q? | προ] αφ A | προφητων] pr των AQ | Ισραηλ] + (sub θ΄σ΄??) των προφητευσαντ| Q | ετεσι Bb | αγα- γειν] αναγαγειν A 18 Ισραηλ] pr του AQ | Κυριος] + ο θς A | μου] + (sub θ΄??) εν οργη μου Q 19 om ει μην Q | γης] pr της AQ | Ισραηλ] pr του A 20 σεισθησονται] ον sup ras Bᵃᵇ | Κυριου] pr του A | ραγη- σονται A 21 αυτο] αυτον Q | om και 2⁰ AQ | παν] πανια Q | φοβον] + μαχαιρας AQ | Κυριος] pr κς AQ 22 επ 2°] επι A 23 και ενδοξασθησομαι] pr?? Q? XXXIX 1 Κυοιος] pr κς AQ | Μεσοχ] Μοσοχ AQ | Θοβελ] Θοβερ A 2 αναβιβασω AQ | επ] απ AQ | αναξω] συναξω A

    τὰ ὄρη τοῦ Ἰσραήλ.

    § ³καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς, (⁴) καὶ καταβαλῶ σε

    ἐπὶ τὰ ὄρη τὰ Ἰσραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων· παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι.

    ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.

    καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπʼ εἰρήνης · καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

    καὶ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγω εἰμι Κύριος, ἄγιος ἐν Ἰσραήλ.

    ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα.

    καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασι καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐτοῖς π ῦρ ἑπτὰ ἔτη·

    καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδέ μὴ κόψουσιν ἐκ τῶν δρυμῶν, ἀλλʼ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί· καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτούς, καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς, λέγει Κύριος.

    Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ἰσραήλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος·

    καὶ κατορύξουσιν ἐκεῖ τὸν Γ ὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ τέ, τὸ πολυάνδριον τοῦ Γώγ.

    καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ, (¹³) καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην, λέγει Κύριος.

    καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελιμμένους ἐπὶ προσωώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν

    ἑπτάμηνον, καὶ ἐκζητήσουσιν.

    καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρʼ αὐτὸ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ·

    καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ.

    καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει Κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.

    κρέα γιγάντων φάγεσθε, καὶ αἶμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.

    καὶ φάγεσθε στέαρ εἰς πλησμονήν, καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν.

    καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην καὶ γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.

    καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς.

    καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.

    καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἠχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθʼ ὧν ἠθέτησαν § εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.

    κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν.

    Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Nῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακώβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραήλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.

    καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν,

    ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνα- γαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν·

    καὶ γνωώσονται ὅτι ἐγώ εἰμι Κύριος

    • εσται A om Q την γην] pr πασον A ιδων] pr ο Qmg αυτο 1⁰] αυτω Q θαψουσιν Q γαι] γε BQ το πολυανδρ.] τε π. Β* vid (το π. B?) 17 om ειπον 1⁰ Q Κυριος] pr κς Q πεδιου] αγρου A ην] + εγω Q 20 om και 30 A Κυριος] pr κς AQ 23 επεσον AQvid 25 Κυριος] + ο θς A απο- στρεψω] αναστρεψω AQ αιχμαλωσιαν εν Ιακωβ] την αιχμ. Ιακωβ A αιχμ- Ιακωβ Q 26 λημψονται (ληψ. BᵇQᵃ)] λημψομαι A εαυτων] ουτων AΓ την γην] |της]) γης Γ εκφοβων] + [α]υΙτρυς Γ 27 om των χωρων...ενωπιον Γ των εθνων 3⁰] εθνων πολων A

    ὁ θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν.

    καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει κύριος Κύριος.