Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 40

    Old Testament

    Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πραώτῳ μηνὶ δεκάτῃ τοί μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέν με

    ἐν ὁράσει θεοῦ εἰς τὴν γῆν Ἰσραήλ, καὶ ἔθηκέν με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτῷ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι.

    καὶ εἰσήγαγέν με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρον· καὶ αὐτὸς ἱστήκει ἐπὶ τῆς πύλης.

    καὶ εἶπεν πρὸς μέ ὁ ἀνήρ Ἑόρακας. υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἴδε, καὶ ἐν τοῖς ὠσίν σου ἄκουε, καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι, διότι ἔνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὦδε, καὶ δείξεις πάντα ὅσα σὺ ὁρᾷς τῷ οἵκῳ τοῦ Ἰσραήλ.

    Καὶ ἰδοὺ περίβδολος ἔξωθεν τοῦ οἴκου κύκλῳ, καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχῶν ἔξ ἐν πήχει καὶ παλαιστῆς· καὶ διεμέτρησεν τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ, καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.

    καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, καὶ διεμέτρησεν τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ,

    καὶ τὸ θὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀνὰ μέσον τοῦ θαιηλαθὰ πηχῶν ἔξ· καὶ τὸ θεὲ τὸ δεύτερον ἴσον τῷ καλάμῳ πλάτος καὶ ἴσον τῷ καλάμῳ μῆκος.

    καὶ τὸ αἰλὰμ πήχεων πέντε·

    καὶ τὸ θεὲ τὸ τρίτον ἴσον τῷ καλάμῳ πλάτος, καὶ ἴσον τῷ καλάμῳ μῆκος,

    καὶ τὸ αἰλὰμ τοῦ πυλῶνος πλησίον τοῦ αἰλὰμ τῆς πύλης πηχῶν ὀκτώ, καὶ τὰ αἰλεὺ πηχῶν δύοκαὶ τὰ αἰλὰμ τῆς πύλης ἔσωθεν,

    καὶ τὰ θεὲ τῆς πύλης θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἕν τοῖς τρισίν, μέτρον ἕν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν.

    καὶ διεμέτρησεν τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα τριῶν.

    καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἕξ ἔνθεν καὶ πηχῶν ἕξ ἔνθεν.

    καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεέ, πλάτος πήχεις εἵκοσι πέντε· αὕτη πύλη ἐπὶ πύλην.

    καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἔξωθεν, πήχεις είκοσι, θεεὶμ τῆς πύλης κύκλῳ.

    καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν, πηχῶν πεντήκοντα.

    καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ καὶ ἐπὶ τά αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν· καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδας κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοί νικες ἔνθεν καὶ ἔυθεν.

    Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα τῆς αὐλῆς κύκλῳ, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις,

    καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω.

    πηχων Q 8 πλατος (πλατο sup ras Bᵃᵇ)] το μηκος A om πλατος και ισον τω καλαμω Q μηκος] το πλατος A 9 αιλαμ 1⁰] αιλ Q adnot προ- πυλον του πυλωνος Qmg πυλης 1⁰] + εσωθε ισον τω καλαμω και διεμετρησεν το ελαμ της πυλης A οκτω πηχων Q τα αιλευ] το αιλευ A adnot το περι αυτο της πυλης στηριγμα Q mg πηχων δυο] π. δεκα A δυο πηχων) τα αιλαμ]| το αιλαμ A 10 τα θεε] το θες A om θεε 2⁰ Q μετρον 2⁰] pr και A τοις αιλαμ] τω ελαμ A 11 πηχων bis] πηχεων A δεκα πηχων Q 12 επι] κατα A των θεειμ] τω θεε A θεειμ] α στηριγματων σʼ παρασταδων 1 Qmg + (sub θʼ??) πηχεος ενος και πηχεος ενος οριον AQ το θεε] Ωρ. αι παρα- σταδες Qmg πηχεων bis A 13 τοιχου] τειχους AQ θεε 1⁰] θε Q*vid πηεις εικοσι πεντε] om πηχεις A εικοσι πεντε πηχ. Q 14 improb και Βab εξωθεν. θεειμ] εξωθεν πηχεις ικοσι πεντε και το θεεμ A εξηκοντα πηχεις και θεειμ Q | πυλης 2⁰] συλης Q 15 πυλης 1⁰] συλης Q αιθριον 2⁰] +της πυλης A αιλαμ] pr του A προπυλου Qmg πηχων πεντηκοντα] πηχεων οκτω A πεντηκοντα πηχων Q 16 το θεειμ] τα θεε A τα θεειμ Q σʼ παρα- σταδας α στηριγμα Qmg om και επι τα αιλαμ A τοις αιλαμ] τοις αιλαμμωθ Q σʼ ταις περιστασεσιν Qmᵍ θυριδας κυκλω] θυριδες κυκλω A και θυριδες κυκλω () κυκλω Q το αιλαμ] σʼ ταις περιστασεσι adnot τουτεστι ταις περιστηκυιαις περι την αυλην ӄ λεγομεναις υπο Ακυλου στηριγμασιν. Ωρ. Qmg 17 παστοφορια 1⁰] γαζοφυλακια A περιστυλα] + (sob θʼσ'??) πεποιημενα Q της συλης κυκλω] κυκλω της συλης A της αυλ. κυκλω (αʼθʼ) κυκλω Q 18 αι στοαι] om αι A νωτου] νοτου Q) το υποκατω] τω υπ. A

    καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατʼ ἀνατολάς. καὶ ἤγαγέν με ἐπὶ βορρᾶν,

    καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ. καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος,

    καὶ τὸ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμῶν καὶ τοὺς φοίνικας αὐτῆς. καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἵκοσι πέντε τὸ εὖρος αὐτῆς.

    καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐυ ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτόν, καὶ τὰ αἰλὰμ ἔσωθεν.

    καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἐκατόν.

    καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τά μέτρα ταῦτα.

    καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αἰλάμ· πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἵκοσι πέντε τὸ εὖρος αὐτῆς.

    καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ καὶ αἰλαμμὼν ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἰς ἔνθεν καὶ εἰς ἔνθεν ἐπὶ τὰ αἰλεύ.

    καὶ πύλη κατέναντι πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὗρος πρὸς νότον.

    Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν

    τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον, καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα,

    καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμῶν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμῶν κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἴκοσι πέντε

    τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεύ, καὶ ὀκτὼ κλιμακτῆρες.

    καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα,

    καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἴκοσι πέντε.

    καὶ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεὺ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

    καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν, καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταῦτα,

    καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἴκοσι πέντε·

    καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεὺ ἔνθευ καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

    Τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αἰλαμμὼν αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις,

    ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπέρ ἁμαρτίας καὶ

    29 αιλευ] ελευ B αιλαμμων 1⁰] αιλαμμωθ AQ ταυτα] τα αυτα A αυτη] αυτης Q τω αιλαμμων] τα αιλαμμωθ A των αιλαμμωθ Q κυκλω] + (sub αʼθʼ Q) κυκλω Q πεντηκοντα πηχεις Q ευρος] + αυτης A πεντε] + (30) και αιλαμμωθ (αιλαμωθ Q) κυκλω (pr θʼ?? κυκλω Q) μηκος πεντε και εικοσι πηχεων και πλατος πεντε πηχεων AQ 31 του αιλαμ| και αιλαμμων A θ'?? και αιλαμμωθ Q κλιμακτηρες] + (sub θ'??) αναβασις αυτου Q 32 βλεπουσαν] + (sub) οδον Q κατα 1⁰] κατ AQ 33 αιλευ] αιλαυ Q αιλαμμων 1⁰] αιλαμμωθ Q ταυτα] τα αυτα A θυριδες αυτη] αι θυριδες αυτης A αιλαμμων 2⁰] τα αιλαμμωθ A αιλαμμωθ Q κυκλω] + (sub??) κυκλω Q ευρος] το ευρ. αυτης A 34 αιλαμμων] αιλαμμωθ A αιλαμωθ Q 35 εις] προς Q ταυτα] τα αυτα Q 36 τα αιλευ] ταιλευ Aᵛⁱᵈ (τα αιλ. Aᵃ?) αιλαμμων (1⁰)] αιλαμμω Bᵇ αιλαμμωθ AQ θυριδες αυτη] αι θ. αυτης A θ. αυτης Q τω αιλαμμων] τω αιλαμμω Β τω αιλαμμων Bᵃᵇ τα αιλαμμωθ A τω αιλαμμωθ Q αυτης 1⁰] + κυκλω A pr?? Q? πηχεις πεντ.μηκος αυτης] πηχεις πεντ. το μ. αυτ. A μ. αυτ. πεντ. πηχεις Q ευρος] αυτης A πηχεις εικοσι πεντε] πεντε και εικοσι πηχεις Q 37 τα αιλαμμων] τα αιλαμμω Β* (-μων Bᵃᵇ) αιλαμμωθ AQ αιλευ] ελευ A 38 τα παστοφορια] pr και Q αιλαμμων] αιλαμμωθ AQ πυλης] + (sub??) εκει πλυνουσιν την ολοκαυτωσιν εν δε τω αιλαμ της πυλης Q της δ. εκρ. sub Q? εκρυσις] εκρυσεις Q + εκει πλυνουσιν τη ολοκαυτωσιν A 39 οπως] pr εν δε τω αιλαμ της πυλης ζυο (sic) τραπεζαι ενθε και δυο τραπεζαι ενθεν εκ χρυσιου A pr δυο τραπεζαι ενθεν και δυο τραπεζαι ενθεν Q (ενθεν. ενθεν sub?? Q?) εν αυτη] τη ολο. καυτωσιν και A αυτη (θʼ??) την ολοκαυτωσιν και Q τα υπ. αμ. sub θ'?? Q?

    ὑπέρ ἀγνοίας.

    καὶ κατὰ νώτου τοῦ ῥόακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν, δύο τράπεζαι πρὸς ἀνατολὰς κατὰ νώτου τῆς δευτέρας, καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς.

    τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπʼ αὐτὰ σφάξουσι τὰ θύματα, κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων.

    καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπʼ αὐτά ἐπιθήσουσιν τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτωώματα καὶ τὰ θύματα.

    καὶ παλαιστὴν ἕξουσιν γεἷσος λελαξευμένον ἔσωθεν κύκλῳ, καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.

    καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ. μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δέ πρὸς βορρᾶν.

    καὶ εἶπεν πρὸς μέ Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου·

    καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευεὶ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.

    καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσερα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου.

    Καὶ εἰσήγαγέν με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρὠματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλάμ

    πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν.

    καὶ τὸ μῆκος τοῦ αἰλάμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτό, καὶ στύλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἰς ἔνθεν καὶ εἰς ἐντεῦθεν.