Chapter 3
Hellenistic Old Testament GreekΚαὶ οὖτοι ἦσαν υἱοὶ Δαυεὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχεινάαμ τῇ Ἰσραηλείτιδι, ὁ δεύτερος Δαμνιὴλ τῆ Ἀβειγαίᾳ τῇ Καρμηλίᾳ,
ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θοαμαὶ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνειὰ υἱὸς Ἁγγείθ,
ὁ πέμπτος Σαβατειὰ τῆς Σαβειτάλ, ὁ ἕκτος Ἰθαρὰμ τῇ Ἀλα γυναικὶ αὐτοῦ.
ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.
καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἰερουσαλήμ· Σάμον, Σωβάν, Ναθὰν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσάβεε θυγατρὶ Ἀμιήλ,
καὶ Βαὰρ καὶ Ἐλεισὰ καὶ Ἐλειφαλὴθ
καὶ Νάγαι καὶ Νάφαθ καὶ Ἰανοῦε
καὶ Ἐλεισαμὰ καὶ Ἐλειδὰ καὶ Ἐλειφάλα, ἐννέα·
πάντες υἱοὶ Δαυείδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν· καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.
Υἱοὶ Σαλωμών· Ῥοβοάμ, Ἀβειὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,
Ἰωρὰμ υἱὸς αὐτοῦ, Οζειὰ υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,
Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαριὰ υἱὸς αὐτοῦ, Ἰωαθὰν υἱὸς αὐτοῦ,
Ἀχὰς υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
Ἀμνὼν υἱὸς αὐτοῦ, Ἰωσειὰ υἱὸς αὐτοῦ.
καὶ υἱοὶ Ἰωσειά· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακείμ, ὁ τρίτος Σεδεκιά, ὁ τέταρτος Σαλούμ.
καὶ υἱοὶ Ἰωακείμ·
Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
καὶ υἱοὶ Ἰεχονία· Ἀσείρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
Μελχειρὰμ καὶ Φαλδαίας καὶ Σανεσὰρ καὶ Ἰεκενιὰ καὶ Ὡσαμὼθ καὶ Δενεθεί.
καὶ υἱοὶ Σαλαθήλ· Ζοροβάβελ· Μοσολόαμος καὶ Ἁναναιά, καὶ Σαλωμεθεὶ ἀδελφὴ αὐτῶν,
καὶ Ἁσουβὲ καὶ Ὀσὰ καὶ Βαραχιαὶ καὶ Ἀσαδιὰ καὶ Ἀροβάσοκ, πέντε.
καὶ υἱοὶ Ἁνανιά, Φαλλετί, καὶ Ἰσαβὰ υἱὸς αὐτοῦ, Ῥαφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδειὰ υἱὸς αὐτοῦ, Σεχενιὰ υἱὸς αὐτοῦ.
καὶ υἱὸς Σεχενιά· Σαμαιά. καὶ υἱὸς Σαμαιά· Χόττούς, καὶ Ἰωήλ καὶ Μαρεὶ καὶ Νωαδειὰ καὶ Σαφάθ, ἕξ.
καὶ υἱρὶ Νωαδειά· Ἐλειθανὰ καὶ Ἐζεκιὰ καὶ Ἐζρεικάν, τρεῖς.
καὶ υἱοὶ Ἐλειθενάν· ¹Οδολιὰ καὶ Ἀσεὶβ καὶ Φορὰ καὶ Ἰακοὺν καὶ Ἰωανάν καὶ Δαλααιὰ καὶ Μανεί, ἑπτά.