Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Chronicles

    Chapter 5

    Old Testament

    Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα,

    ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ·

    υμυὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἀρκὼν καὶ Χαρμεί.

    υἱοὶ Ἰωήλ. Σεμεεὶ καὶ Βαναιὰ υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεεί

    υἱὸς αὐτοῦ Ἠχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωήλ,

    υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισεν αλγαβανάσαρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβὴν.

    καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γένεσιν αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαριὰ καὶ Βάλεκ υἱὸς Οζοὺζ υἱὸς Σάμα υἱὸς Ἰωήλ.

    οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαὺ καὶ Βεελμασσών,

    καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῷ πολλὰ ἐν γῇ Γαλαὰδ.

    καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατʼ ἀνατολὰς τῆς Γαλαάδ.

    Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασὰν ἕως Ἐλχά·

    Ἰωὴλ πρωτότοκος, καὶ Σαβὰτ ὁ δεύτερος, καὶ Ἰανεὶν ὁ γραμματεὺς ἐν Βασάν.

    καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολὰμ καὶ Σέβεε καὶ Ἰωρεὲ καὶ Χιμὰ καὶ Ζοῦε καὶ Ὠβήδ,

    ὀκτώ.

    οὗτοι υἱοὶ Ἀβειχαιὰ υἱοὶ Oὑρεὶ υἱρῦ Ἰδαὶ υἱοῦ Γαλαὰδ υἱοῦ Μειχαὴλ υἱοῦ Ἰσοὶ υἱοῦ Ἰουρεὶ υἱρῦ Ζαβουχὰμ

    υἱοῦ Ἀβδεὴλ υὰὸῦ Γουνεί· ἄρχων οἴκου πατριῶν,

    κατοίκων ἐν Γαλαάμ, ἐν Βασὰμ καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχαρα Ιεριὰμ ἕως ἐξόδου.

    πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωαθὰμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ.

    Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσὴ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσεράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.

    καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Τουραίων καὶ Ναφεισαδαίων καὶ Ναδαβαίων,

    καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγεραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν· ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἥλπισαν ἐπʼ αὐτόν.

    καὶ ήχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶυ, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·

    ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντʼ αὐτῶν ἕως τῆς μετοικεσίας.

    Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσὴ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαιλεὶμ καὶ Σανεὶρ καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λμβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.

    καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὄφερ καὶ Σεεὶ καὶ Ἐλειὴλ καὶ Ἐσδριὴλ καὶ Ἰερμειὰ καὶ Ὡδουιὰ καὶ Ἰελειήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.

    Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν.

    καὶ ἐπήγειρεν ὁ θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγναφαμάσαρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισεν τὸν Ῥουβὴν καὶ τὸν Γαδδεὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Χωζὰρ ἕως τῆς ἡμέρας ταύτης.

    A | Ισαι]l Ιεσσαι A | Ιουραι]| Ιεδδαι A | Ζαβουχαμ] Αχβουζ A 15 Αβδιηλ A | Γουνι A 16 κατοικουν A | Γαλααδ A | Bασαν A | Ιεριαμ] Σαρων A 17 Ιωθαν A 18 υιοι] υιου B | Γαδδι A | εντεινοντες A | τεσσαρακοντα B ( τεσσαρες και τεσσερακοντα A | om και 80 A 19 Aγαραιων A | Τουραιων] Του- ραιᾶ| B Ιτουραιων A | Ναφισαιων A 20 Αγοραιοι A 22 πολλαι A | κατω- κησανταυτων A* (κατωκ. αντ ουτων A¹) 23 κατωκησαν] + εν γη A | Βαιλειμ] Βααλειμ Bᵃᵇ Βααλ᾿ Ερμων· A 24 Σεει] Ιεlσει A | Ελιηλ A | Εσδριηλ] Ιεζριηλ A | Ιερε|μια A | Ιεδιηλ A 25 λαων] pr των A 26 Φαλωχ] Φαλως A | Θαγλαθʼ·φαλνασαρ A | Γαδδι A | Χααχ] Χαλα A | Χωζαρ| Γωζᾱ·| A