Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Chronicles

    Chapter 16

    Old Testament

    καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίου τοῦ θεοῦ.

    καὶ συνετέλεσεν Δαυεὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σαωτηρίου, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι Κυρίου.

    καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ἰσραήλ, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορείτην.

    Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευειτῶν λειτουργοῦντας, ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν θεὸν Ἰσραήλ·

    Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Εἰειήλ, Σαμαρειμώθ, Εἰειήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας καὶ Ἀβδοδόμ, καὶ Εἰειὴλ ἐν ὀργάνοις, νάβλαις. κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν,

    καὶ Βαναίας καὶ Ὀζειὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ

    ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ᾨδή.

    8Ἐξομολογεῖσθε, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,

    γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.

    9ἄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ,

    διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἄ ἐποίησεν Κύριος.

    29 διαθηκης] pr της A | ηλθεν] καθεν Ab?c?vid | Μελχορλ U+05D0| θυγατηρ) pr η A | ιδεν A XVI 1 εισενεγκαν U+05D0* (εισην. U+05D0c.a) | απηρισαντο U+05D0A | θεου] κυ A 3 om ανδρι 1° U+05D0 | αρτοκοπιακον A | αμοριτην U+05D0A 4 λιτουρ- γουντων U+05D0* (λιτουργουντας U+05D0c.a) | Κυριον τον θεον] κν θῡ U+05D0 τον κν θῡ A 5 δευτερευων] δευτερων U+05D0 δευτερος ων A | διειηλ 1°] Ιειηλ B?vid U+05D0 ο Ιειηλ A Σαμαριμωθ U+05D0 Σεμιραμωθ A | Εειηλ 2°] Ιαθιηλ A | Βενιας U+05D0* (Βαν. U+05D0c.a) Αθδεδομ A | διειηλ 3°] Ιειηλ A | ναβλαις] εν ναβλες A | κινυραις] pr και A Ασσαφ 6 om και Οζειηλ U+05D0* (hab U+05D0c.amg) κ. ζιηλ A | οι οιερεις] pr και | ενοντι U+05D0 | θεου] κυ U+05D0 7 κυριον] θν | αυτου] ουτων U+05D0 | om ωδη U+05D0 8 εξομολογεισθαι U+05D0A | επικαλεισθαι U+05D0A 9 αυτω 2°] αυτον U+05D0 | διηγησασθαι A | πασιν] pr εν U+05D0

    10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ,

    εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.

    ¹¹ζητήσατε καὶ ἰσχύσατε,

    ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.

    12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἆ ἐποίησεν,

    τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.

    13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ,

    υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

    14Κύριος ὁ θεὸς ἡμῶν,

    ἐν πάσῃ τῇ γῆ τὰ κρίματα αὐτοῦ.

    15μνημονεύομεν εἰς αἰῶνα διαθήκης αὐτοῦ,

    λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,

    16ὅν διέθετο τῷ Ἀβραάμ.

    καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ.

    17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα.

    τῷ Ἰσραὴλ διαθήκην αἰώνιον,

    18λέγων Σοὶ δώσω τὴν γῆν Χαναὰν

    σχοίνισμα κληρονομίας ὑμῶν.

    19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ

    ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.

    20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος

    καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον.

    ²¹οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτούς,

    καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς

    22Μὴ ἅψησθε τῶν χριστῶν μου·

    ἐν τοῖς προφηταις μου μὴ πονηρεύεσθε.

    ²³ἄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ,

    ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.

    25ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,

    φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.

    26ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα,

    καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν.

    27δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ,

    ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.

    28δότε τῷ κυρίῳ πατρὶ τῶν ἐθνῶν,

    δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν,

    29λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ,

    καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.

    30φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ,

    κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω.

    ³¹εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ,

    καὶ εἰπάτωσαν ἐυ τοῖς ἔθνεσιν Κύριος βασιλεύων.

    ³²ββοββήσει ἡ θάλασσα σὺν τῷ πληρώματι·

    ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ.

    ³³τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου,

    ὅτι ἥλθεν κρῖναι τὴν γῆν.

    34ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν,

    ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

    35καὶ εἶπατε Ἔσωσεν ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν·

    καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν,

    τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιὸν σου

    καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου.

    36εὐλογημένος Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος.

    καὶ ἐρεῖ πᾶς ὁ λαός Ἀμήν.

    Καὶ ἤνεσαν τῷ κυρίῳ.

    Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν.

    καὶ Ἀβδοδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ· καὶ Ἀβδοδὸμ υἱὸς Ἰδειθὼν καὶ Ὁσσὰ εἰς πυλωρούς·

    καὶ τὸν Σαδὸκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαών,

    τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πραωὶ καὶ τὸ ἑσπέρας, καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφʼ υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ.

    καὶ μετʼ αὐτοῦ

    29 προσωπον] pr το U+05D0 | Κυριω] pr τω A 80 κατορθωθητω] pr και U+05D0* (om U+05D0?) 31 ο bis scr U+05D0* (om 10 Νc.a) | βασιλευων] εβασιλευσεν A 32 βοββησει] βομβησει BᵃU+05D0(βομβησι) βοησει A | η θαλασσα] om η A | ξξυλον] pr και U+05D0A 34 εξομολογεισθαι U+05D0A 35 εσωσεν] σωσον A | της σωτη- ριας BU+05D0c.a mg A] ο σωτηρ U+05D0* 36 αιωνος] +και εως του αιωνος A 37 κατε- λιπον] κατελειπεν A | εναντιον A 38 Ιδεθων U+05D0 Ιδιθουμ A | Οσσα] Οσα U+05D0 Ωσηε A 39 της σκηνης] om της U+05D0 40 ενετειλατο BU+05D0c.amg A] εγενετο U+05D0* | υιοις] υιους A 41 αυτου 10] ουτων U+05D0

    Αἱμὰν καὶ Ἰδειθὼν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπʼ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

    καὶ μετʼ αὐτῶν σάλπιγγες καἰ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν δῶν τοῦ θεοῦ· υοὶ Ἰδειθὼν εἰς τὴν πύλην.

    καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψεν Δαυεὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.