Chapter 17
Hellenistic Old Testament GreekΚαὶ ἐγένετο ὡς κατῷκησεν Δαυεὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.
καὶ εἶπεν Ναθαν πρὸς Δαυείδ Πᾶν τὸ ἐν ψυχῇ σου ποίει, ὅτι θεὸς μετὰ σοῦ.
Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν
Πορεύου καὶ εἰπὸν πρὸς Δαυεὶδ τὸν δοῦλόν μου Οὕτως εἶπεν Κύριος Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ.
ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι
ἐν πᾶσιν οἶς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων Ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;
καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυείδ Τάδε λέγει Κύριος Παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ,
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς.
καὶ ἀφʼ ἡμερῶν ὡν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐταπείνωσα ἄπαντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε· καὶ οἰκοδομήσει σε Κύριος.
καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν ποτέραν σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃ ἔσται ἐκ τῆς
κοιλίας σου, καὶ ἑτοιμάσαω τὴν βασιλείου αὐτοῦ·
ηὐτὸς οἰκοδομ μήκει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὅνταωων ἔμπροσθέν σου.
καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλεία αὐτοῦ ἕως αἰῶνος, καὶ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ.
Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου, καὶ εἶπεν Τίς εἰμι ἐγὼ, Κύριε ὁ θεός, καὶ τἰς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος
καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν, καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ θκός.
τί προσθήσει ἔτι Δαυεὶδ πρὸς σέ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας,
καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.
Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.
καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαόν, τοῦ θέσθαι αὐτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσὤπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη.
καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριος αὐτοῖς εἰς θεόν.
καὶ νῦν, Κύριε, ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος,
λεγόντων Κύριε Κύριε αντοκράτωρ θεὸς Ἰσραήλ· καὶ οἶκος Δαυεὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.
ὅτι σὺ ἤνοιξας τὸ οὗς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.
καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς θεός, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα.
καὶ νῦν ἤρξαι εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σὺ εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.
ουτων U+05D0* | om οντων A 14 θρόνος] pr ο U+05D0 | ανορθωμενος A 15 λογους] λ sup ras (ubi prius δ) B? 16 απεναντίον U+05D0 | Κυριε] κς U+05D0 17 επιθες U+05D0A | κε] κ non inst Bb 18 om ετι U+05D0* (superscr U+05D01) 19 εποιησας] + και U+05D0* (om U+05D0c.a) 21 εθνος BU+05D0?A] εθνη U+05D0* | εαυτονω U+05D0vid (εαυτω U+05D0¹)] ους] ου A 22 Κυριος] κε U+05D0A 23 πιστωθητω] + η χιρ σου U+05D0 24 θεος] pr ο A | οικος] pr ο A 25 συ] + κε A | ους του παιδος σ in mgg et sup ras A (om του παιδος A vid) | του οικοδομησαι] om του A 26 αυ- τος] pr ο U+05D0 | θεος] pr ο A 27 ηρξαι] ἤρξω U+05D0A | ευλογησοι] του ευλογιν U+05D0 του ευλογησοι A | εναντιον] ναντιο sup ras Aa? | συ] σοι U+05D0 + κε A