Chapter 18
Hellenistic Old Testament GreekΚαὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔλαβεν τὴν Τὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χερὸς ἀλλοφύλων.
καὶ ἐπάταξεν τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυεὶδ φέροντες δῶρα.
καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ βασιλέα Σουβὰ Ἡμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.
καὶ προκατελάβετο Δαυεὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππαον καὶ εἵκοσι χιλιάδας ἀνδρῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἄρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἄρματα.
καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.
καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωζεν Κύριος Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἱ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ.
καὶ ἐκ τῆς Μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πολέμων τῶν Ἀδραάζαρ ἔλαβεν Δαυεὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
καὶ ἤκουσεν Θῶα βασιλεὺς Ιμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ τὴν πᾶσαν δύναμιν Ἁδραάζαρ βασιλέως Σουβά,
καὶ ἀπέστειλεν τὸν Ἱδουραὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυεὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπέρ οὗ ἐπολέμησεν τὸν Ἁδραάζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Οῶα ἦν τῷ Ἀδραάζαρ· καὶ πάντα σκεύη ἀργυρᾶ καὶ χρυσᾶ.
καὶ ταῦτα ἡγίασεν Δαυεὶδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὖ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλήκ.
καὶ Ἀβεσσὰ υἱὸς Σαρουίας ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας,
καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυείδ· καὶ ἔσωζεν Κύριος ἐν πᾶσιν οἷς
ἐπορεύετο.
Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ, καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.
καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ ἐπὶ τῆς στρατείας, καὶ Ἰαωσαφὰτ υἱὸς Ἀχειὰ ὑπομνηματογράφος,
καὶ Σαδὼκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ ησοῦς γραμματεύς,
καὶ Βαναίας υἱὸς Ἰωδᾶε ἐπὶ τῶν ἱερέων καὶ Φαλτειά· καὶ υἱοὶ Δαυεὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.