Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Kings

    Chapter 6

    Old Testament

    VIἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ Ἰσραήλ,

    καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους·

    καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χειράμ, καὶ ἔβαλαν αὐτούς.

    ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἷκον Κυρίου, ἐν μηνὶ Νεισῷ καὶ τῷ δευτέρῳ μηνί.

    ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βαάδ, οὗτος ὁ μὴν ὁ ὅγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.

    καὶ ὀ οἶκος ὅν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ κυρίῳ, τεσσεράκοντα μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος

    αὐτοῦ, καὶ πέντε καὶ εἲκοσι ἐν πήχει τὸ ὓψος αὐτοῦ.

    καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἲκοσι ἐν κήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἲκου κατὰ πρόσωπον τοῦ οἲκου.

    καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν.

    καὶ ἐποίησεν τῷ οἲκῳ θυρίδας παρακυπτομένας καρυπτάς.

    καὶ ἒδωκεν ἐπ᾿ αὐτὸν τοῖχον τοῦ οἲκου μέλαθρα κακλόθεν τῷ ναῷ καὶ τῷ δαβείρ.

    ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἒξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὃτι διάστημα ἒδωκεν τῷ οἲκῳ κυκλόθεν ἒξωθεν τοῦ οἲκου, ὃπως μὴ ἐπιλαμβάνωται τῶν τοίχων τοῦ οἲκου.

    καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη· καὶ σφῦρα καὶ πέλεκθς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἲτῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν.

    καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἲκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώοφα.

    καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν·

    καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δι' ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὓψος αὐτοῦ, καὶ συνέσχεν τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις.

    καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἲκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἲκου καὶ ἓως τῶν δοκῶν καὶ ἓως τῶν τοίχων· ἐκοιλοστάθμησεν συνεχόμενος ξύλοις ἒσωθεν, καὶ περιέσχεν τὸ ἒσω τοῦ οἲκου ἐν πλευραῖς πευκίναις.

    καὶ ᾠκοδόμησεν τοὺς εἲκοσι πήχεις ἀπ᾿ ἂκρου τοῦ τοίχου, τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἓως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβεὶρ

    εἰς τὸ ἅγιον τῶν ἀγίων.

    καὶ τεσσεράκοντα πηχῶν ἦν ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβεὶρ ἐν μέςῳ τοῦ οἴκου ἔσωθεν, δοῦναι ἐκεῖ τὴν κιβωτ]ν διαθήκης Κυρίου.

    εἴκοσι πήχεις μῆκος, καὶ εἴκοσι πήχεις πλάτος, καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ.

    καὶ περιέσχεν αὐτὸν χρυσίῳ συνκεκλεισμένῳ· καὶ ἐποίησεν θυσιαστήριον κατὰ πρόσωπον τοῦ δαβεὶρ καὶ περιέσχεν αὐτὸν χρυσίῳ.

    και ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς του οἴκου.

    καὶ ἐποίησεν εν τῷ δαβεὶρ δύο χερουβεὶν δέκα πήχεων χεων μέγεθος ἐσταθμωμένον.

    καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ· τὸ δεύτερον δὲ ἐν πήχει δέκα ἀπο μέρους πτερυγίου αὐτοῦ.

    οὕτως τῷ χεροὺς τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία· ἀμφοτέροις συντέλεια μία·

    καὶ τὸ ὕψος τοῦ χερουβεὶν ἐν πήει, καὶ οὕτως τὸ χερουβεὶν τὸ δεύτερον.

    καὶ ἀμφότερα χερουβεὶν ἐν μέςῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥυπτετο τοῦ τοίχου τοῦ δευτέρου· αἱ πτέρυγες αὐτοῦ αἱ ἐν μέςῶ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.

    καὶ περιέσχεν τὰ χερουβεὶν χρυσίῳ.

    πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐκκολαπτὰ ἔγραψεν γραφίδι χερουβείν, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.

    καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου.

    καὶ τῷ θυρώματι τοῦ δυβεὶρ ἐποίησεν θύρας ξυλίνων ἀρκευθίνων·

    στοαὶ τετραπλῶς.

    ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα

    πεύκινα. δύο πτυχαὶ καὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πιυχαὶ ἡ θύρα ἡ Δευτέρα, στρεφόμενα.

    ἐκκεκολαμμένα χερουβεὶν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.

    καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέθρου κυκλόθεν. καὶ ᾠ κοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ π ρόσωπον τοῦ ναοῦ.