Chapter 7
Hellenistic Old Testament Greekκαὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβεν τὸν Χειρὰμ ἐκ Τύρου,
υἰὸν γυναικὸς χήρας, καὶ οὖτος ἀπὸ τῆς φθυλῆς Νεφθαλεί, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ γνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ. καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών, καὶ ἐποίησεν πάντα τὰ ἔργα.
καὶ ἐχώνευσεν τὸ αἰλὰμ τοῦ οἴκου, ὀκτὼ καὶ δέκα πήχεις ὔψος τοῦ στύλου. καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν,τὸ πάχος τοῦ στύλου. τεσσάρων δακτύλων δακτύλων τὰ κοιλώματα. καὶ οὕτως στύλος ὁ δεύτερος.
καὶ δύο ἐπιθέματα ἐποίησεν, δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτά. πέντε πήδχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός.
καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνὶ καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δυτέρῳ.
καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον. καὶ οὕτως τοῦ αἰλὰμ τῷ ἐπιθέματι τῷ δευτέρῳ.
καὶ ἔστησεν τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ. καὶ ἔστησεν τὸν στύλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰαχούμ, καὶ ἔστησεν τὸν στύλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὅνομα αὐτοῦ Βάλαζ.
καὶ ἐπὶ τῶν καφαλῶν τῶν στύλων ἔγρον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν.
καὶ μέλαθρον
ἐπ’ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τό μέλαθρον τῷ πήχει.
καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ τείχους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει.
καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτὴν δέκα ἐν πήχει κυκλόθεν·
καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής.
καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν, καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν, καἰ οἱ τρεῖς ἐπιβλέποντες νότον, καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν. καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ’ αὐτῶν ἐπάνωθεν.
καὶ ἐποίησεν δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς.
καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνώθ. συνκλειστὸν αὐτοῖς, καὶ συνκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων.
καὶ ἐπὶ τὰ συνκλείσματα αὐτῶν ἀνὰ μέσον ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβείν· καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν, καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως.
καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προςέχοντα χαλκᾶ καὶ τέσσερα μέρη αὐτῶν, ὡμίαι ὑποκάτω τῶν λουτήρων.
καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῷ μεχωνώθ· καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους.
καὶ τὸ ἔργον τῶν τροχῶν ἔροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι
αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν πάντα χωνευτά.
αἱ τέσσαρες Β ἀμίαι ἐπὶ τῶν τεσςάρων γωνιῶν τῆς μεχωνὼρ τῇ μιᾷ, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς· ἀυτῆς·
καὶ ἐπὶ τῆς κεφλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μεγεθος αὐτῆς, στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τέσσαρας ἀρχὰς τῶν χειρῶν αὐτῆς.
καὶ τὰ συγκλείσματα αὐτῆς χερουβεὶν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν.
κατ’ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἕν πάσαις.
καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσεράκοντα χοεῖς χωροῦντας τὸν χυτρόκαυλον τὸν ἔνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῇ μεχωνὼθ τῇ μιᾷ, ταῖς δέκα μεχωνώθ.
καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ’ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου.
καὶ ἐποίησεν Χειρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας· καὶ συνετέλεσεν χειρὰμ ποιῶν πάντα τὰ ἔργα ἅ ἐποίησεν τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου.
στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο· καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων·
τὰς ῥόας τετρακοςίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπεὰ τῆς μεχωνὼθ ἐπ’ ἀμφοτέροις τοῖς στύλοις·
καὶ τὰς μεχωνὼθ δέκα, καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνώθ·
καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης·
καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἅ ἐποίησεν Χειρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῶ Κυρίου· καὶ οἱ στύλοι τεσσεράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου· πάντα τὰ ἕργα τοῦ βασιλέως ἐποίησεν Χειρὰμ χαλκᾶ ἄρδην,
οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα ἐκ πλήους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν
τοῦ χαλκοῦ.
ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς, ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά.
καὶ ἔλαβεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη ἅ ἐποίησεν ἐν οἴκῳ, τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν τράπεζαν ἐφ’ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς χρυςῆν,
καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσᾶς συνκλειομένας, χρυσᾶσ·
καὶ τὰ λαμπαδεῖα καὶ τοὺς λύχνους καὶ τὰς τὰ τρυβλία καὶ αἱ θυίσκαι χρυσαῖ, συνκλειστά· καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἀγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυςσᾶσ.
καὶ ἀνεπληρώθη τὸ ἔργον ὅ ἐποίησεν Σαλωμὼν οἴκου Κυρίου· καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.
Καὶ τὸν οἶκον ἑαυτῷ ῷκοδόμησεν Σαλωμὼν τρισκαίδεκα ἔτη.
καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.
καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ἀριθμ[ος τῶν στύλων τεσσεράκοντα καὶ πέντε ὁ στίχος,
καὶ μέλαθρα τρία, καὶ χώρα ἐπὶ χώραν τρισσῶς.
καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι, καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισςῶς.
καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πενετήκοντα ἐν πλάτει ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν· καὶ στύλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμείν.
καὶ τὸ αἰλὰμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου.
καὶ
ὁ οἶκος αὐτῶν, ἐν οἴκῳ καθήσεται ἐκεῖ, αὐλὴ μέα ἐξ ἐλισσομένης τούτοις κατὰ τὸ ἔργου τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραὼ ἥν ἔλαβεν Σαλωμὼν κατὰ τὸ αἰλὰμ τοῦτο.
πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γειςῶν· καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν·
καὶ ἐπάνωθεν ιμόις κατὰ τὸ μέτρον ἀπελε- κήτων καὶ κέδροις.
τῆς αὐλῆς τῆς μεγάλης κύκλοι τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολλημένης κέδρου.
καὶ συνετέλεσεν Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.