Chapter 9
Hellenistic Old Testament GreekΚαὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν ὅσα ἠθέλησεν ποιῆσαι,
καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον καθὼς ὤφθη ἐν Γαβαώθ,
καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἥκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκάσοι κατὰ πᾶσαν τῆν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον ὅν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκῖ εἰς τὸν αἰῶνα, καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.
καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἅ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς·
καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αὐτῶνα καθὼς ἐλάλησα τῷ Δαυεὶδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.
ἐὰν δὲ ἀποστραφέωτες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑῶν ἀπ’ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἅ ἔδωκεν Μωυςῆς ἀνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτεροις καὶ προσκυνησητε αὐτοῖς·
καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὅν ἡγίασα τῷ ὀνόματί μου ἀπορίψω ἐκ προσώπου μου, καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλῃμα εἰς πάντας τοὺς λαούς.
καὶ ὁ οἶκος
οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι’ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν Ἔνεκα τίνος ἐποίησεν Κύριος οὕτως τῇ τῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
καὶ ἐροῦσιν Ἀνθ’ ὦν ἐγκατέλιπον Κύριον θεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κακίαν ταύτην. ταύτην. ἀνήγαγεν Σαλωμὼν τὴν θυγατέρα θυγατέρα ἐκ πόλεως Δαυεὶδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν αὐτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
Εἴκοσι ἔτη οἶς οἷς οἰκοδόμησεν Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,
Χειρὰμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χειρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλειλαίᾳ.
καὶ ἐξῆλθεν. Χειρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλειλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῶ Σαλωμών· καὶ οὐκ ἤρεσεν αὐτῷ.
καὶ εἶπεν Τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐγκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης.
καὶ ἤνεγκεν χειρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου.
Καὶ νοῦν ὑπὲρ οὗ ἐπ οίησεν Σαλωμὼν ὁ βασιλεὺς
ἐν Ἐμαεσειὼν Γάβρ, τῆν οὖσαν ἐκομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ·
καὶ ἀπέστειλεν Χειρὰμ ἐ’ν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοῦς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν πάίδων Σαλωμών.
καὶ ἦλθον εἰς Σωφηρά, καὶ ἔλαβον ἐκεῖθεη χρυσίου ἐκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.