Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Kings

    Chapter 10

    Old Testament

    Καὶ βασίλισσα Σαβὰ ἤκουσεν τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν.

    καὶ ἦλθεν ἐν Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα· καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυςὸν πολὺν σφόδρα καὶ λίθον τίμιον· καὶ εἰσῆλθεν πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς.

    καὶ ἀπήγγειλεν αὐτῇ σαλωμῶν πάντας τοῦς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.

    καὶ εἶδεν βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σαλωμών, καὶ τὸν οἶκον ὂν ῲκοδόμησεν,

    καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόυς αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέεφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἐαυτῆς ἐγένετο.

    καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμών Ἀλλθινὸς ὁ λόγος ὃν ἥκουσα ἐν τῇ γῇ μου

    πεερὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου· καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι, ἔως ὄτου παρεγενόμην καὶ ἐωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ εἰσὶν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι, προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τῆν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου.

    μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὖτοι οἱ παρεστηκότες ἐνώπιόν σου δἰ ὄλου, οἱ καὸύοντες πᾶσαν τᾶσαν τὴν φρόνησίν σου.

    γένοιτο Κύριος

    ὁ θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραήλ, διὰ τὸ ἀγαπᾷν Κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασιλέα ἐπ’αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοςύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.

    καὶ ἔδωκεν τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυςίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος ἃ ἔδωκεν βαςίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.

    καὶ ἡ ναῦς Χειρὰμ ἦν αἴρουσα τὸ χρυςίον ἐκ Σουφείρ· ἤνεγκεν ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον.

    καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως, καὶ νάβλας καὶ κινὑρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα πελεκητὰ ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθηςάν που ἕως τῆς ἡμέρας ταύτης.

    καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσςῃ Σαβὰ πάντα ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὦν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπε- στράφη, καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς.

    Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυςίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυςίου,

    χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.

    καὶ ἐποίησεν Σαλωμὼν τριακόσια δόρατα χρυςᾶ ἐλατά· τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν·

    καὶ τριακόσια ὅπλα χρυςᾶ ἐλατά· καὶ τρεῖς μναῖ ἐνῆσαν Χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἕν· καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου.

    καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν, καὶ περιεχρύσνσεν αὐτὸν χρυςίῳ δοκίμῳ.

    ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ, καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέ ουτες ἑστηκότες παρὰ τὰς χεῖρας,

    καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ.

    καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυςᾶ, καὶ λουτῆρες χρυσοῖ,

    πάντα τὰ σκεύη δρυμοῦ οἴκου τοῦ Αιβάνου χρυςίῳ συνκεκλεισμένα· οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών.

    ὅτι ναῦς Θαρσεὶς τῷ βασιλεῖ ἐν τῇ θαλάσςῃ μετὰ τῶν νηῶν Χειράμ· μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ βαῦς ἐκ Θαρσεὶς χρυςίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.

    αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ἰερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυείδ, καὶ τὴν Ἀσσοὺρ καὶ τὴν Μαδιὰν καὶ τὴν Γάζερ (17b-19) καὶ τὴν Βαιθωρὰμ τὴν ἀνωτέρω καὶ τὴν Ἰεθερμάθ, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων·

    καὶ τὴν πραγματείαν Σαλωμὼν ἥν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰδραὴλ ὄντων, (21) τὰ τέκνα αὐτῶν τὰ ὑπολελιμμένα μετ’ αὐτοὺς ἐν τῇ γῇ οὕς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολεθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.

    καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.

    καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς πλούτῳ καὶ φρονήσει.

    καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκεν Κύριος τῇ καρδίᾳ αὐτοῦ.

    καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη χρυςᾶ καὶ ἑματισμόν, στακτὴν καὶ ἡθύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ’ ἐνιαυτὸν ἐνιαυτῷ.

    καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἴπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.

    καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς

    ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

    καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίονυς τὰς ἐν ῇ πεδινῇ εἰς πλῆθος.

    καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ Θεκοῦε ἔμποροι τοῦ βασιλέως, καὶ ἐλάμβανεν ἐκ Θεκοῦε ἐν ἀλλάγματι.

    καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου, καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου. καὶ οὔτω τοῖς βασιλεῦσιν πᾶσιν Χεττιεὶν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.