Chapter 11
Hellenistic Old Testament GreekΚαὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν Φιλογύνης. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἐπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας άλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ. Μωαβείτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας.
ἐκ τῶν ἐθνῶν ὦν ἀπεῖπεν Κύριος τοῖς οὑοῖς Ἰσραήλ Οὐκ ἐσελεύσεσθε εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴ καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
τότε ᾠκοδόμησεν Σαλωμὼν ὑψηλὸν τῷ Χαρὼς εἰδώλῳ Μωάβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμών,
καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων.
καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις. ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.
καὶ ἐποίησεν
Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
Καὶ ὠργισθη Κύριος ἐπὶ Σαλωμών, ὃτι ἐξίδλινεν δαρδίαν αὐτοῦ ἀπὸ Κυρίοπυ θεοῦ Ἰσραὴλ τοῦ ἀφθ;ντος αὐτῷ δὶς
καὶ ἐντειλαμένῳ αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑπέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ θεός· οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυίου κατὰ τὴν καρδίαν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
καὶ εἶπεν Κύριος πρὸς Σαλωμών Ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν·
πλὴν ὃλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκὴπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην.
Καὶ ἢγειρεν Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἁδὲρ τὸν Ἰδουμαῖον καὶ τὸν Ἑσρὼμ υἱὸν Ἐλιαδᾶε τὸν ἐν Ῥαεμμααὲρ Ἁδράζαρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἂνδρες, καὶ ἦν ἂρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμάσεκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τ]ς ἠμέρας Σαλωμών· καὶ Ἁδὲρ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ.
καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυεὶδ τὸν Ἐδῶμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἂρχοντα τῆς στρατείας θάπτειν τοὺς τραυματίας, ἒκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·
ὃτι ἓξ μῆνας ἐνεδάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἓως ὃτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ.
καὶ ἀπέδρα Ἁδὲρ αὐτὸς καὶ πάντες οἱ Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἲγυπτον· καὶ Ἁδὲρ παιδάριον μικρόν.
καὶ ἀνίστανται ἂνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἂρχονται πρὸς φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἁδὲρ πρὸς Φαραώ, καὶ ἒδωκεν αὐτῷ οἶκον καὶ ἂρτους διέταξεν αὐτῷ.
καὶ εὗρεν Ἁδὲρ χάριν ἐναντίου φαραὼ σθόδρα, καὶ ἒδωκεν αὐτῷ γυναῖκα
ἀδελφὴν τ[[ης γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμείνας τῆς μείζω.
καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμείνας τῷ Ἁδὲρ τὸν Γανηβὰθ υἱὸν αὐτῆς· καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμείνα ἐν μέςῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
καὶ Ἁδὲρ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατείας· καὶ εἶπεν Ἁδὲρ πρὸς Θαραώ Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
καὶ εἶπεν Θαραὼ τῷ Ἁδέρ Τίνι σὺ ἐλαττονῇ μετ’ ἐμοῦ, καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου;
καὶ εἶπεν αὐτῷ Ἁδέρ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με·
καὶ ἀνέστρεψεν Ἁδὲρ εἰς τὴν γῆν αὐτοῦ.
αὕτη ἡ κακία ἥν ἐποίησεν Ἁδέρ· καὶ ἐβαρυθύμησεν Ἰσραήλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ.
Καὶ Ἰεροβοὰμ υἱὸς Ναβὰθ ὁ Ἐφραθεὶ ἐκ τῆς Σαρειρὰ υἱὸς γυναικὸς χήρας, ὁ δοῦλος Σαλωμέν.
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χρῖρας ἐπὶ βασιλέα. Σαλωμὼν ᾠκοδόμησεν τὴν ἄκραν· συνέκλεισεν τὸν τῆς πόλεως Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
καὶ ὀ ἄνθρωφραγμὸν πος Ἰεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδεν Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.
καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἰεροβοὰμ ἐξ[[ηλθεμ ἐξ Ἰρουσαλήμ, καὶ εὗρεν αὐτὸν Ἀχείας ὁ Σηλωνείτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Ἀχρίας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ.
καὶ ἐπελάωετο Ἀχειὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ’ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα·
καὶ εἶπεν τῷ Ἰεροβοάμ Λἀβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμών, καὶ δώσω σοι δέκα σκῆπτρα·
καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ Δαυεὶδ τὸν δοῦλόν
μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην. ἐν αὐτῇ ἐκ πασὼν φυλῶν Ἰσραήλ.
ἀνθ’ ὦν κατέλιπέν με, καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ ἐν τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμών, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιὴσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τὴς ζωῆς αὐτοῦ, διὰ Δαυεὶφ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν.
καὶ λήμψομαι τὴν βασιλείαν έκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα·
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυεὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἰερουσαλὴμ τῇ πόλει, ᾖ ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ.
καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἶς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
καὶ ἔσται ἐὰν ξυλάξῃς πάντα ὄσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς έντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυεὶδ ὁ δοῦλός μου·
καὶ ἕσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν καθὼς οἰκοδόμησα τῷ Δαυείδ.
καὶ ἐξήτησεν Σαλωμὼν θανατῶσαι τὸν Ἰεροβοάμ· καὶ ἀνέστη καὶ άπέστη καὶ ἀπέδρα εἰς Αἵγυπτον πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἔως οὖ ἀπέθανεν Σαλωμών.
καὶ τὰ λοιπὰ τὼν ῥημάτων Σαλωμὼν καὶ πάντα ὄσα ἐποίησεν καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται έν βιβλίῳ ῥημάτων Σαλωμών;
καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμὼν ἐν Ἰερουσαλὴμ τεσσεράκοντα ἔτη.
καὶ ἐκοιμήθη Σαλμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἕθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενἠθη ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αύτοῦ
ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προςώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνειν· καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ. καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβαςίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.