Chapter 12
Hellenistic Old Testament GreekΚαὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς ἰσραὴλ βασιλεῦσαι αὐτόν.
καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ῥοβοὰμ λέγοντες
Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν· καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως οὗ ἔδωκεν ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν, καὶ ἀναστρέψατε πρὸς μέ· καὶ ἀπῆλθον.
καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ τούτῳ λόγον;
καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
καὶ ἐνκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ’ αὐτοῦ τῶν παρεστηκότων πρὸ προςώπου αὐτοῦ
καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε; καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῶ τοῖς λέγουσι πρὸς μὲ λεγόντων Κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς;
καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ, λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀφ’ ἡμῶν· τάδε λαλήσεις πρὸς αὐτούς Ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου.
καὶ νῦν ὁ πατήρ μου ἐπεςάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν
σκορπίοις.
καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλὲα Ῥοβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράφητε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ.
καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐνκατέλιπεν Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ,
καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς μάστιγξιν, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ἡῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχειὰ τοῦ Σηλωνείτου περὶ Ἰεροβοὰμ οἱοῦ Ναβάτ.
καὶ εἶδον πᾶς Ἰσραὴλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν·
καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυείθ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν οἱῷ Ἰεσσαί. ἀπότρεχε, Ἰσραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυείδ. καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.
καὶ ἀπέστειλεν ὀ βασιλεὺς τὸν Ἀρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἰερουσαλήμ.
καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυεὶδ ἕως τῆς ἡμέρας ταύτης.
καὶ ἐγένετο ὡς ἢκουσεν πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ῥοβοάμ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ. καὶ οὐκ ὀπίσω Δαυεὶδ παρὲξ σκήπτρου Ἰούδα καὶ Βενιαμείν, μόνοι.
Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἰερουσαλήμ, καὶ ἐξεκλησίασεν τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βεναμείν, ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωών.
καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων
Εἰπὸν τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμεὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων
Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν
ὑμῶν υἰῶν Ἰσραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἐαυτοῦ, ὅτι παρ’ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου.
Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατερων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν Ἰερουσαλήμ, υἱὸς ὥν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόυν· καὶ δώδεκα ἔτη ἐβαίλευσεν ἐν Ἰεπου- σαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ Ἀνὰ υἱοῦ Ναὰς βασιλέως Ἀμμών· καὶ ἐποιησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
Καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφοαιμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ Ἰεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαρεισά, πορνη· καὶ εδνκεν αὐτὸν Σαλωμὼν εἰς ἔρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ. καὶ ᾠκοδόμησεν Σαλνμὼν τὴν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ, καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων· οὗτος ᾠκοκόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφράιμ· οὗτος συνέκλεισεν τὴν πόλιν Δαυείδ, καὶ ἦν ἐπαιρό- μενος ἐπὶ τὴν βασιλείαν.
καὶ ἐζήτει Σαλωμὼν Θανατῶσαι ἀυτόν· καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπρου, καὶ ἦν μετ’ αὐτοῦ ἕως ἀπέθανεν Σαλωμών.
καὶ ἤλουσεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σου- σακεὶμ βασιλέως Αἰγύπτου λέγων Ἐξαπόστειλόν με, καὶ ἀπελεύ- σομαι εγὼ εἰς τὴν γῶν μου· καὶ εἶπεν αὐτῷ Σουσακείμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι.
καὶ Σουσακεὶμ ἔδωκεν τῷ Ἰεροβοὰμ τὴν Ἀνὼ ἀδελφὴν Θεκεμείνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἡ μεηάλη ἐν μέςῳ τῶν θυγατέρων τοῦ βασιλέως, καὶ ἔτεκεν τῷ Ἰεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ.
καὶ εἶπεν Ἰεροβοὰμ πρὸς Σουσακείμ Ὄντως ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν Ἰεροβοαμ ἐξ Αἰγύπτου, καὶ ἦλθεν εἰς γῆν Σαρειρὰ τῆν ἐν ὄρει Ἐφράιμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφράιμ· καὶ ᾠκοδό- μησεν Ἰεροβοὰμ ἐκεῖ χάρακα.
Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρωστάᾳ κραταιᾷ σφόδρα· καὶ ἐπορεύθη Ἰεροβοὰμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι, πορεύου· ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστιας αὐτοῦ.
καὶ ἄνθρωπος ἦν ἐν Σηλὼ καὶ ὄνομα αὐτῷ Ἀχειά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα Κυρίου κετ’ αὐτοῦ. καὶ
εἶπεν Ἰεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις
αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος.
καὶ ἀνέστη ἡ μυνή, καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλήν καὶ στάμνον μέλιτος τῷ Ἀχειά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν.
καὶ ἀνέστη ἐκ Σαρειρὰ καὶ ποπεύεται· καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Ἀχειὰ τὸν Σηλωνείτην, καὶ εἶπεν Ἀχειὰ τῷ παιδαρίῳ αὐτοῦ Ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἰεροβοὰμ καὶ ἐρεῖς αὐτῇ Εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος Σκηλρὰ ἐφὼ ἐπαποστέλλω ἐπὶ σέ.
καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ, καὶ εἶπεν αὐτῇ Ἀχειά Ἵωα τί μοι ἐνήνοχας ἄπτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμον μέλιτος; τάδε λέγει Κύριος Ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ’ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαρειρά, καὶ τὰ κορὰσιά σου ἐξελεύσονταί σοι εἰς συνάτησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέθνηκεν.
ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ἰεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τερνηκότες τοῦ Ἰεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταθάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόχεται Οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ἡῆμα καλὸν περὶ τοῦ κυρίου.
καὶ ἀπῆλθεν ἡ γυνὴ ὡς ἤκουσεν· καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαρειρά, καὶ τὸ παιδάριον ἀπέθανεν, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. Καὶ ἐπορεύθη Ἰεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφράιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών.
καὶ λόγος Κυρίου ἐγέντο πρὸς Σαμαίαν τὸν Ἐνλαμεὶ λέγων Λάξε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει Κύριος Λάβε σεαυτῷ δώδεκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ἰεροβοάμ· καὶ εἶπεν Σαμαίας τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.
Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμών Ὁ πατήρ σου ἐβάρυενε τὸν κλοιὸν αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νυνὶ κουφιεῖς σὺ ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ῥοβοὰμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα.
καὶ εἶπεν Ῥοβοάμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ’ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὅ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ
λαοῦ Οὓτως ἐλάλησεν πρὸς σὲ ὁ λαός.
καὶ διεσκέδασεν Ῥοβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἢρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόξους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρὸς μὲ λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροξοι αὐτοῦ Οὓτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παρχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις.
καὶ ἢρεσεν τὸ ἡῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια.
καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἓκαστος τῷ πλαηςίον αὐτοῦ, καὶ ἀνέκραξαν ἃπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυεὶδ οὐδὲ κληονομία ἐν υἱῷ Ἰεσσαί· εἰς τὰ σκηνώματά σου, Ἰσραήλ, ὃτι οὗτος ὁ ἂνθρωπος οὐκ εἰς ἂρχοντα οὐδὲ εἰς ἡγούμενον.
καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθεν ἓκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ῥοβοάμ, καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἃρμα αὐτοῦ καὶ εἰσῆλθ7εν εἰς Ἰερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα καὶ πᾶν σκῦκτρον Βενιαμείν.
Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαντοῦ καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἰεροβοὰμ εἰς Σίκιμα.
καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἂνθρωπον τοῦ θεοῦ Εἰπὸν τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμεὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελξοὺς ὑμὼν υἱοὺς Ἰσραήλ· ἀναστρέφετε ἓκαστος εἰς τὸν οἶκον οὐτοῦ, ὃτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο.
καὶ ἢκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα Κυρίου.
Καὶ ᾠκοδόμησεν Ἰεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὂρει Ἐφράιμ, καὶ κατῴκει ἐν αὐτῷῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν φανουήλ.
καὶ εἶπεν Ἰεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία ἐν οἲκῳ Δαυείδ·
ἐὰν ἐναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θνςίαν ἐν οἲκῳ Κυρίου εἰς Ἰερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσίν με.
καὶ ἐβουλεύσατο ὁ βασιλεύς, καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλις χρυςᾶς, καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω
ὐμῖν ἀναβαίνειν εἰς Ἰερουσαλήμ· ἰδοὺ θεοί σου, Ἰσραήλ, οἱ ἀναγα- γόντες σε ἐκ γῆς Αἰγύπτου.
καὶ ἔθετο τὴν μίαν εἰς Βαιθήλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
καὶ ἐγένετο ὁ λόηος οὖτος εἰς ἁμαρτίαν· τὴν ἐπορεύετο ὁ λαὸς πρὸ προςώπου τῆς μιᾶς ἕως Δάν.
καὶ ἐποίησεν οἴκους ἐφ’ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευεί.
καὶ ἐποίησεν Ἰεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἶς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὦν ἐποίησεν.
καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ ἑορτῇ ᾖ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.