Chapter 14
Hellenistic Old Testament GreekXIV
καὶ Ῥοβοὰμ υἱὸς Σαλωμὼν ἐβασίλευσεν ἐπὶ Ἰουδά· υἱὸς τεσσεράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ δέκα ἑπτὰ ἔτη ἐβαςίλευσεν ἐν Ἰερουσαλήμ, τῇ πόλει ἣν ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ἰσραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχὰμ Ἀμμανεῖτις.
καὶ ἐποίησεν Ῥοβοὰμ τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτῶν ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον.
καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου.
καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἰερουσαλήμ,
καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς τῶν παίδων Ἁδραάζαρ βασιλέως Σουβὰ καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ἰεπουσαλήμ, τὰ πάντα ἃ ἔλαβεν ὅπλα τὰ χρυσᾶ.
καὶ ἐποίησεν Ῥοβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ’ αὐτῶν· καὶ ἐπέθεντο ἐπ’ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων, οἱ φυλάσσοντες τὸν πυλῶνα αἴκου βασιλέως.
καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεὲ τῶν παρατρεχόντων.
Καὶ τὰ λοιπὰ τῶν λόγων Ῥοβοὰμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
καὶ πόλεμος ἦν ἀνὰ μέσον Ῥοβοὰμ καὶ ἀνὰ μέσον Ἰεροβοὰμ πάσας τὰς ἡμέρας.
καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν
πατέρων αὐτοῦ ἐν πὁλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιοὺ υἱὸς αὐτοῦ αντ αυτου. Καὶ ἐν τῶ ὀκτωκαιδεκάτω ἔτει βασιλεύοντος Ἰεροβοὰμ υἱοῦ XV