Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Kings

    Chapter 15

    Old Testament

    XVαβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰουδά,

    καὶ ἕξ ἔτης Ναβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐβασίλευσεν· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ Ἀβεσσαλώμ.

    καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἢν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.

    ὅτι διὰ Δαυεὶδ ἔδωκεν αὐτῷ Κύριος κατἁλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ’ αὐτὸν καὶ στήσῃ τὴν Ἰερουσαλήμ,

    ὡς ἐποίησεν Δαυεὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὦν ἐνετἑλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

    καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἁ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ πόλεμος ἢν ἀνὰ μέσον Ἀβιοὺ καὶ ἀνὰ μέσον Ἰεροβοάμ.

    καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ ἰεροβοάμ, κα θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

    Ἐν τῷ ἐνιαυτῶ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἰεροβοὰμ βασιλέως’lσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν,

    καὶ τεσσεράκοντα κα ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνά, θυγάτηρ Ἀβεσσαλώμ.

    καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

    καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν ὁ πατέρες αὐτοῦ.

    καὶ τὴν Ἀνὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησεν σύνοδον ἐν τῷ αλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ τῶν κέδρων.

    τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.

    καὶ εἰσήνεγκεν τοὺς κίονας τοῦ

    πατρὸς αὐτοῦ, καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίον ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη.

    καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀσὰ καὶ ἀνὰ μέσον Βααςὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας.

    καὶ ἀνἐβη Βααςὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ῴκοδόμησεν τὴν Ῥααμὰ τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.

    καὶ ἕλαβεν Ἀσὰ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεὶρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἁδὲρ υἱὸν Ταβερεμὰ υἱοῦ Ἁζεὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων’

    Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βααςὰ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται ἀπ’ ἐμοῦ.

    καὶ ἥκουσεν υἱὸς Ἁδὲρ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ἰσραήλ· καὶ ἐπάταξαν τὴν Ἀὶν τὴν Δὰν τὴν Ἀδελμὰθ καὶ π[λασαν τὴνν Χεζράθ, ἔως πάσης τῆς γὴς Νεφθαλεί.

    καὶ ἐγένετο ἀνέστρεψεν εἰς Θερσά.

    καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλεν παντὶ Ἰούδᾳ εἰς Αἰνακείμ, καὶ αἴρουσιν τοὺς λίθους τῆς Ῥααμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ῴκοδόμησεν Βαασά, καὶ ῴκοδόμησεν έν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμεὶν καὶ τὴν σκοπιάν.

    καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσά, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ.

    καὶ ἐκοιμήθη Ἀσὰ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ βασιλεύει Ἰωσαφὰθ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

    Καὶ Ναβὰθ υἱὸς Ἰεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ

    τοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβαςίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο.

    καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ἰσραήλ.

    καὶ περιεκάθισεν αὐτὸν Βααςὰ υἱὸς Ἀχειὰ ἐπὶ τὸν οἶκον Βελαάν· ὁ υἰὸς Ἀχειὰ καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων· καὶ Ναβὰθ καὶ πᾶς ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών.

    καὶ ἐθανάτωσεν αὐτὸν Βααςὰ ἐν ἔτει τρίτῳ βασιλέως τοῦ Ἀσὰ υἱοῦ Ἀβιού, καὶ ἐβαςίλευσεν.

    καὶ ἐγένετο ὡς ἐβαςίλευσεν, καὶ ἐπάταξεν τὸν οἶκον Ἰεροβοάμ, καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἰεροβοὰμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὅ ἐλάλησεν ἐν χειρὶ δούλου Ἀχειὰ τοῦ Σηλωνείτου

    περὶ τῶν ἁμαρτιῶν Ἰεροβοάμ, ὡς ἐξήμαρτεν τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧπαρώργισεν τὸν κύριον θεὸν τοῦ Ἰσραήλ.

    καὶ τὰ λοιπὰ τῶν λόγων Ναβὰτ καὶ πάντα ἅ ἐποίησεν, οὐκ ξἰδοὺ παῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῶ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

    Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ βασιλέως Ἰούδα βασιλεύει Βααςὰ υἱὸς Ἀχειὰ ἐπὶ Ἰσραὴλ ἐν Θερςὰ εἴκοσι καὶ τέσσαρα ἔτη.

    καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰρ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήματρεν τὸν Ἰσραήλ. καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Εἰοὺ υἱοῦ Ἁνανεὶ πρὸς Βααςά XVI