Chapter 1
Hellenistic Old Testament GreekἍΝΘΡΩΠΟΣ ἦν ἐξ ῾Αρμαθάιμ Σειφὰ ἐξ ὄρους ᾿Εφράιμ, καὶ ὄνομα αὐτῷ ᾿Ελκανά, υἱὸς ᾿Ιερεμεὴλ υἱοῦ Ἠλείου υἱοῦ Θόκε ἐν Νασεὶβ ᾿Εφράιμ.
καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῆ μιᾷ Ἅννα, καὶ ὄνομα τῆ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἅννᾳ οὐκ ἦν παιδίον.
καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ ῾Αρμαθάιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ Ἤλει καὶ οἱ δύο υἱοὶ αὐτοῦ ῾Οφνεὶ καὶ Φεινεὲς ἱερεῖς τοῦ κυρίου.
Καὶ ἐγενήθη ἡμέρα καὶ ἕθυσεν ᾿Ελκανά, κὰγ ἔδωκεν τῇ Φεννάνᾳ γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας·
καὶ τῇ Ἅννᾳ ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἅνναν ἠγάπα ᾿Ε΅λκανὰ ὑπὲρ ταύτην. καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς,
ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον, κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς· καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς, τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.
ἐποίει ἐποίει ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἐν τῶ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου, καὶ ἠθύμει καὶ ἔκλαιεν, καὶ οὐκ ἤσθιεν.
καὶ αὐτῇ ᾿Ελκανὰ ὁ ἀνὴρ αὐτῆς Ἅννα· καὶ εἶπεν αὐτῷ ᾿Ιδοὺ ἐγώ, καὶ εἶπεν αὐτῇ Τί ἔστιν σοι ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθ’ ἴε ἲς,. καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα
τέκνα;
Καὶ ἀνέστη μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλώ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἤλει ὁ ἱερεὺς ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.
καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς κύριον λέγουσα καὶ ἔκλαυσεν·
καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα ᾿Αδωναὶ κύριε ᾿Ελωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλη σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ· καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ἤλει ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς.
καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἤλει εἰς μεθύουσαν·
καὶ εἶπεν αὐτῇ τὸ παιδάριον ᾿Ηλεί Ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.
καὶ ἀπεκρίθη Ἅννα καὶ εἶπεν οὐχί, κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου·
μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοίμην, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.
καὶ ἀπεκρίθη Ἤλει καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς ᾿Ισραὴλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ’ αὐτοῦ.
καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ αὐτῆς, καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ αὐτῆς οὐ συνέπεσεν ἔτι.
Καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν εἰς τὸν ὄνον αὐτοῦ ῾Αρμαθάιμ, καὶ ἔγνω τὴν Ἅνναν γυναῖκα καὶ ἐμνήσθη αὐτῆς Κύριος.
καὶ συνέλαβεν, καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.
καὶ ἀνέβη ὁ ἄνθρωπος ᾿Ελκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν
Σηλὼμτὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ·
καὶ Ἅννα οὐκ ἀνέβη μετ’ αὐτοῦ, ὅτι εἶπεν τῶ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου, καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος.
καὶ εἶπεν αὐτῇ ᾿Ελκανὰ ὁ ἀνὴρ αὐτῆς Ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
Καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου. καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ’ αὐτῶν· καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ. καὶ προσήγαγεν τὸ παιδάριον,
καὶ ἔσφαξεν τὸν μόσχον· καὶ προσήγαγεν ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ἤλει
καὶ εἶπεν Ἐν ἐμοί, κύριε· ζῆ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον.
ὑπὲρ τοῦ παιδαρίου τούτου, καὶ ἔδωκεν Κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρ’ ἀν’ τοῦ·
κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῆ αὐτός, χρῆσιν τῷ κυρίῳ.
II