Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Samuel

    Chapter 2

    Old Testament

    II ἡ καρδία μου ἐν κυρίῳ,

    ὑψώθη κέρας μου ἐν θεῷ μου·

    ἐπὶ ἐχθροὺς τὸ στόμα μου,

    ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος,

    καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν,

    οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.

    μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά,

    μὴ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν·

    ὅτι θεὸς γνώσεως κύριος,

    καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.

    τόξον δυνατῶν ἠσθένησεν.

    καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·

    πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ ἀσθενοῦντες παρῆκαν γῆν.

    ὅτι στεῖρα ετεκεν ἔπτα,

    καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.

    Κύριος θανατοῖ καὶ ζωογονεῖ,

    κατάγει εἰς ἅδου καὶ ἀνάγει·

    Κύριος θανατοῖ καὶ ζωογονεῖ,

    ταπεινοῖ καὶ ἀνυψοῖ.

    ἀνιστᾷ ἀπὸ γῆς πένητα,

    καὶ ἀπὸ κοπρίας ἐγείρει

    μετὰ δυναστῶν λαῶν, αὐτοῖς.

    καὶ εὐλόγησεν ἔτη δικαίου.

    ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ·

    Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ·

    κύριος ἅγιος.

    μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ,

    καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ,

    καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ·

    ἁλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος,

    καὶ γινώσκειν τὸν κύριον,

    καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.

    Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρό αὐτὸς κρινεῖ ἄκρα γῆς.

    καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν,

    καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.

    Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον καὶ ἀπῆλθεν εἰς καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου Ἤλει τοῦ ἱερέως.

    Καὶ υἱοὶ Ἤλει τοῦ ἱερέως υἱοὶ λοιμοί, οὐκ εἰδότες τὸν κύριον καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος·

    καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, κα κρεάγρα

    τριόδους ἐν τῇ χειρὶ αὐτοῦ·

    καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν· πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῆ κρεάγρᾳ ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραήλ, τοῖς ἐρχομένοις θῦσαι κυρίῳ ἐν Σηλώμ.

    καὶ πρὶν θυμιαθῆναι στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος.

    καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων Θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ σου. καὶ εἶπεν οὐχί, ὅτι νῦν δώσεις· καὶ ἐὰν μή, λήμψομ

    καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου.

    καὶ Σαμουὴλ ἢν λειτουργῶν ἐνώπιον κυρίου, παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ.

    καὶ διπλοίδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ, καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.

    καὶ εὐλόγησεν Ἤλει τὸν Ἐλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων Ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους οὗ ἔχρησας κυρίῳ· καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ.

    καὶ ἐπεσκέψατο κύριος τὴν Ἅνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας· καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.

    καὶ Ἤλει πρεσβύτης σφόδρα, καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ·

    καὶ εἶπεν αὐτοῖς Ινα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου

    μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ ἢν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ οἱ ἀκοαὶ ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύει λαὸν θεῷ.

    ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον· καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.

    καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο, καὶ ἀγαθὸν καὶ μετὰ Κυρίου καὶ μετὰ ἀνθρώπων.

    Καὶ ἦλθεν ἄνθρωπος θεοῦ πρὸς Ἤλει καὶ εἶπεν

    τάδε λέγει κύριος Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον πατρός σου, ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραώ·

    καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πόντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν, καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου κα θυμιᾷν θυμίαμα καὶ αἴρειν ἐφούδ· καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν.

    καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ; καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πόσης θυσίας Ἰσραὴλ ἔμπροσθέν μου;

    διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ἰσραήλ Εἶπα Ὁ οἶκός σου καὶ οἱ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος. καὶ νῦν φησὶν Κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται.

    ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,

    καὶ οὐκ ἱστᾶι σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας.

    καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω ἀπὸ τοῦ θυσιαστηρίου μου, ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ· καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν.

    καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους, ‘oφνεὶ καὶ Φεινεές, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι.

    καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.

    καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.