Chapter 14
Hellenistic Old Testament Greekκαὶ γίνεται ἡμέρα καὶ εἶπεν Ἰωναθὰν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν. γειλεν.
καὶ Σαοὺλ ἐκάθητο ἐπ’ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐκ Μάγων, καὶ ἦσαν μετ’ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες.
καὶ Ἀχιὰ υἱὸς’λχιτὼβ ἀδελφοῦ Ἰωχαβὴλ υἱοῦ Φεινεὲς υἱοῦ Λευεὶ ἱερεὺς τοῦ
θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ· καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωναθάν.
καὶ ἀνὰ μέσον τῆς διαβάσεως οὗ ἐζήτει Ἰωναθὰν διαβῆναι ὑπόστασιν τῶν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν, καὶ ὀδοὺς πέτρας ἐκ τούτου· ὄνομα τῶ ἑνὶ Βαζὲς καὶὄνοματ τῷ ἄλλῳ Σενναάρ·
ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμάς, καὶ ἡ ὁδός ἡ ἄλλη ἀπὸ νότου ἐργομένῳ Γαβαί.
καὶ εἶπεν Ἰωναθὰν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ Δεῦρο διαβῶμεν εἰς Μεσσὰφ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι ἡμῖν κύριος· ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ Ποίει πᾶν ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σοῦ καρδία μοῦ.
καὶ εἶπεν Ἰωναθάν ἰδού ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·
ἐὰν τόδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε A ἑ κεῖ ἕως ἀν’ ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ' ἑαυτοῖς § καὶ οὐ μὴ ἀναβῶμεν ἐπ’ αὐτούς·
καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.
καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰφ τῶν ἀλλοφύλων · καὶ λέγουσιν οἱ ἀλλόφυλοι Ἴδου οἱ Ἑβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.
καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰφ πρὸς Ἰωναθὰν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν Ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ἰωναθὰν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ.
καὶ ἀνέβη Ἰωναθὰν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ’ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωναθάν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.
καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἢν ἐπάταξεν Ἰωναθὰν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὡς εἴκοσι ἄνδρες, ἐν βολίσι καὶ κόχλαξιν τοῦ πεδίου.
καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαός, οἱ ἐν Μεσσὰφ καὶ οἱ διαφθείροντες, ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου.
καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβεὲ Βενιαμείν, καὶ ἰδοὺ ἡ παρεμβολὴ τετα... και
ραγμένη ἔνθεν καὶ ἔνθεν.
καὶ εἶπεν Σαοὺλ τῷ λαῷ τῷ μετ’ αὐτοῦ Ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωναθὰν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.
καὶ εἶπεν Σαοὺλ τῷ Ἀχειά προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ἦρεν τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ.
καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν· καὶ εἶπεν Σαοὺλ πρὸς τὸν ἱερέα Συνάγαγε τὰς χεῖράς σου.
καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ πολέμου· καὶ ἰδού ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων, οἱ ἀναβάντες εἰς τὴν παρεμβολήν, ἀνεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωναθάν.
καὶ πᾶς’lσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἤκουσαν ὅτι πεφεύγασιν ἀλλόφυλοι, κοὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.
καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ· καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην πόλιν ἐν τῷ ὄρει τῷ Ἐφράιμ.
καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου, καὶ πᾶσα ἡ γῆ ἠρίστα.
καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ.
καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν· καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου.
καὶ Ἰωαθὰν ιὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.
καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ‘oρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός.
καὶ ἔγνω Ἰωναθὰν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἴδε διότι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου.
ἀλλ᾿ ὅτι ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν, ὅτι νῦν ὂν μείζων ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις.
καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.
καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα. καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν, καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν· καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.
καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες ‘Hμάρτηκεν ὁ λαὸς τῷ κυρίῳ, φαγὼν σὺν τῷ αἵματι· καὶ εἶπεν Σαούλ Ἐν Γεθθάιμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.
καὶ εἶπεν Σαούλ Διασπάρητε ἐν τῷ λαὼ, καὶ εἴπατε αὐτοῖς προσάγειν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον ἑαυτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· κα προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔσφαζον ἐκεῖ.
καὶ ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ ᾠκοδόμησεν θυσιαστήριον τῷ κυρίῳ.
καὶ εἶπεν Σαούλ καταῶν ἀλλοφύλων τὴν νύκτα, καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα· καὶ εἶπαν Πᾶν’ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει· καὶ εἶπεν ὁ ἱερεύς Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν.
καὶ ἐπηρώτησεν Σαοὺλ τὸν θεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων; εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
καὶ εἶπεν Σαούλ Ηροσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραήλ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·
ὅτι ζῆ κύριος ὁ σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωναθὰν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.
καὶ εἶπεν παντὶ Ἰσραήλ ‘Yμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωναθὰν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν· καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ To ἀγαθὸν ἐνώπιόν σου ποίει.
καὶ εἶπεν Σαούλ κύριε ὁ θεὸς Ἰσραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ
σου σήμερον; ἢ ἐν ἐμοὶ ἢ ἐν Ἰωναθὰν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ θεὸς Ἰσραήλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃ, δὸς δὴ τῶ λαῷ σου Ἰσραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ἰωνασθὰν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθεν.
καὶ εἶπεν Σαούλ βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωναθὰν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται’lωναθάν.
καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωανθάν’ μοι τί πεποίηκας· καὶ ἀπήγγειλεν αὐτῷ Ἰωναθὰν καὶ εἶπεν ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῆ χειρί μο ἰδοὺ ἐγὼ ἀποθνήσκω.
καὶ εἶπεν αὐτῷ Σαούλ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.
καὶ ὁ λαὸς πρὸς Σαούλ Εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῆ κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ θεοῦ τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωναθὰν ἐν ἐκείνῃ, καὶ οὐκ ἀπέθανεν.
καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων· φύλων· καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.
Καὶ Σαοὺλ ἔλαχεν τοῦ βασιλεύειν, κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ· καὶ κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς υἱοὺς Ἄμμων καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη ἐσώζετο.
καὶ ἐποίησεν δύναμιν αὐνανείν, καὶ ἐπάταξεντὸν Ἀμαλήκ, καὶ ἐξ τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.
Καὶ υἱοὶ Σαοὺλ Ἰωναθὰν καὶ Ἰεσσιοὺλ καὶ Μελχεισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῆ δευτέρᾳ Μελχόλ.
καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινόομ, θυγάτηρ Ἀχεινάας· καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Ἀβεννήρ, υἱὸς Νηρεὶ υἱοῦ οἰκείου Σαούλ.
καὶ Κεὶς πατὴρ Σαούλ, καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμεὶν υἱοῦ Ἀβειήρ. καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ
τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ· καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως, καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.