Chapter 15
Hellenistic Old Testament GreekΚαὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Ἐμὲ ἀπέστειλεν κύριος χρίσαι σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου.
τάδε εἶπεν κύριος σαβαώθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου.
καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμολὴκ καὶ Ἰερεὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτόν· καὶ ἀναθεμετιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπ’ αὐτοῦ· καὶ ἀποκτενεῖν ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.
Καὶ παρήγγειλεν Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτούς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων.
καὶ ἦλθεν Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλήκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.
καὶ εἴπει Σαοὺλ πρὸς τὸν κειναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκείτου, μὴ προσθῶ σε μετ’ αὐτοῦ, καἰ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν’lσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κειναῖος ἐκ μέσου Ἀμαλήκ.
καὶ ἐπάταξεν Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὑειλὰτ ἕως Ἀσσοὺρ ἐπὶ προσώπου Αἰγύπτου.
καὶ συνέλαβεν τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν Ἰερεὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.
καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα, κοὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.
Καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουὴλ λέγων
Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουήλ, καὶ ἐβόησεν πρὸς Κύριον ὅλην τὴν νύκτα.
καὶ ὤρθρισεν Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ πρωί· καὶ
τῷ Σαοὺλ λέγοντες Ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν
αὐτῷ χεῖρα. καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ. καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα ὅσα ἐλάλησεν κύριος.
καὶ εἶπεν Σαμουὴλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω;
καὶ εἶπεν Σαούλ Ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου· καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.
καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ " καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρὸς μὲ τὴν νύκτα· καὶ αὐτῷ Λάλησον.
καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Οὐχὶ μικρὸς σὺ εἰ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.
καὶ ἀπέστειλέν σε Κύριος ἐν ὁδῷ καὶ εἰπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.
καὶ ἵνα τί οὐκ ἤκουσας φωνῆς κυρίου, ἀλλ’ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου;
καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὸν Ἀμαλὴκ ἐξωλέθρευσα.
καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγάλοις.
καὶ εἶπεν Σαμουὴλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθήν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνη καὶ πόνος θεραπείαν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ Ἡμάρτηκα· ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν.
καὶ νῦν ἄρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου.
καὶ εἶπεν Σαμουὴλ
πρὸς Σαούλ οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥ’ κυρίου, καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ.
καὶ ἐπέστρεψεν Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν, καὶ ἐκράτησεν Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοίδος αὐτοῦ καὶ διέρρηξεν αὐτό.
καὶ εἶπεν πρὸς αὐτὸν Σαμουήλ Διέρρηξεν κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός.
καὶ εἶπεν Σαούλ Ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον’ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου.
καὶ ἀνέστρεωεν πίσω Σαούλ, καὶ προσεκύνησεν τῷ κυρίῳ.
Καὶ ροσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ· καὶ προσῆλθεν πρὸς αὐτὸν Ἀγὰγ τρέμων. καὶ εἶπεν Ἀγάγ Εἰ οὕτως πικρὸς ὁ θάνατος;
καὶ εἶπεν Σαμουὴλ πρὸς Ἀγάγ Καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· κοὶ ἔσφαξεν Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον κυρίου ἐν Γαλγάλ.
καὶ Σαμουὴλ εἰς Ἁρμαθάιμ· καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ
καὶ οὐ προσέθετο Σαμουὴλ ἔτι ἰδεῖν τὸν Σαοὺλ ἕως θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ, καὶ Κύριος ὅτι ἐβασίλευσεν τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ.