Chapter 30
Hellenistic Old Testament GreekΚαὶ ἐγενήθη εἰσελθόντος Δαυεὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Κεειλὰ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ καὶ ἐπάταξεν τὴν Σεκελὰκ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί·
καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου, οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα ἀλλ’ ᾐχμαλώτευσαν · καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
καὶ ἦλθεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐνπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν κοὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.
καὶ ἦρεν Δαυεὶδ κα οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἔτι κλαίειν.
καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυεὶδ ᾐχμα- Αχεινόομ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὸλ τοῦ Καρμηλίου.
καὶ ἐθλίβη Δαυεὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθο-
βολῆνσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυεὶδ ἐν κυρίῳ θεῷ αὐτοῦ.
καὶ εἶπεν Δαυεὶδ πρὸς ᾿ Αβιαθὰρ τὸν ἱερέα υἱὸν ᾿ Αχειμέλεχ Προσάγαγε τὸ ἐφούδ.
καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ τοῦ κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ.
καὶ ἐπορεύθη Δαυεὶδ αὐτὸς καὶ οἱ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ· καὶ οἱ περισσοὸ ἔστησαν.
καὶ οἱ περισσοὶ ἐδίωξαν ἐν τετρακοσί σιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ ῥοῦ τοῦ Βοσόρ.
Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυεὶδ ἐν ἀγρῷ· καἰ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·
καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
καὶ εἶπεν αὐτῷ Δαυείδ τίνος σὺ εἶ, καὶ πόθεν εἰ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκείτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.
καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθεὶ καὶ ἐπὶ τὰ τῆς Ἰουδαῖος μέρη καὶ ἐπὶ τὸν Γελβοῦε, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.
καὶ εἶπεν πρὸς αὐτὸν Δαυείδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, κοὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.
καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα.
καὶ ἦλθεν ἐπ’ αὐτοὺς Δαυείδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ’ ἢ τετρακόσια παιδάρια ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον.
καὶ ἀφείλατο Δαυεὶδ
πάντα ἃ ἔλαβον οἱ ᾿ Αμαληκεῖται, καὶ ἀμφοτέρας τἀς γυναῖκας αὐτοῦ ἐξείλατο.
καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων ὄι ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψεν Δαυείδ.
καὶ ἔλαβεν πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο ταῦτα τὰ σκῦλα Δαυείδ.
καὶ παραγίνεται Δαυεὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυείδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βεανά, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυεὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ’ αὐτοῦ, καὶ προσήγαγεν Δαυεὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.
καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυεὶδ καὶ εἶπαν Ὅτι οὐ κατεδίωξαν μεθ’ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν, ὅτι ἀλλ’ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ καὶ ἀποστρεφέτωσαν.
καὶ εἶπεν Δαυείδ Οὐ ποιήσετε οὕτως μετὰ τό παραδοῦναι τὸν κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκεν κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ’ ἡμᾶς εἰς χεῖρας ἡμῶν.
καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος ε οὕτως ἔσται μερὶς καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ
καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.
καὶ ἦλθεν Δαυεὶδ εἰς Σεκελάκ, καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου·
τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ῥαμὰ νότου καὶ τοῖς ἐν Γεθθὸρ
καὶ τοῖς ἐν Ἀροὴρ καὶ τοῖς Ἀμμαδεὶ καὶ τοῖς ἐν Σαφεῖ καὶ τοῖς ἐν ᾿Εσθεῖε
καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κειμὰθ καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θειμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ἰσραὴλ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζεὶ
καὶ
τοῖς ἐν Ἰερειμοὐθ καὶ τοῖς ἐν Βηρσάβεε καὶ τοῖς ἐν Νοὸ
καὶ τοῖς ἐν Χεβρών, καὶ πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυεὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.