Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Samuel

    Chapter 31

    Old Testament

    Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ, καὶ ἔφυγον οἱ Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβοῦε.

    καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαοὐλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθὰν καὶ τὸν Ἰωναδὰβ καὶ τὸν Μελχεισὰ υἱὸν Σαούλ.

    καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια.

    καὶ εἶπεν Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησον με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβεν Σαοὐλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν.

    καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαούλ, καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ’ αὐτοῦ.

    καὶ ἀπέθανεν καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.

    καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ὄτι ἔφυγον οἱ ἄνδρες Ἰσραήλ, καὶ ὅτι τέθνηκεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.

    Καὶ ἐγενήθη τῆ ἐπαύριον,ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκρούς· καὶ εὑρίσκουσιν Σαοὐλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ δρῆ Γελβοῦε.

    καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλ- λουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ, εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

    καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθέμ.

    καὶ ἀκούουσιν οἱ κατοικοῦντες ἰαβεὶς τῆς Γαλαασείτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ

    καὶ ἀνέστησαν ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ

    ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὐλ κα τὸ σῶμα Ἴ’ τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσάμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβεὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεὶ.

    καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν κα θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἰαβεὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας. καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὐλ, καὶ Δαυεὶδ ἀνέστρεψεν τύπτων τὸν Ἀμαλήκ· καὶ ἐκάθισεν Δαυεὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.